Pythian
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
4.1
ΜΕΛΙΣΣΩι ΘΗΒΑΙΩι ΠΑΓΚΡΑΤΙΩιἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος: ὦ Μέλισσ᾽, εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοιςὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν: αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεὶ5 σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος. ἄλλοτε δ᾽ ἀλλοῖος οὖρος[ 10] πάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει. τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονταιπρόξενοί τ᾽ ἀμφικτιόνων κελαδεννᾶς τ᾽ ὀρφανοὶὕβριος: ὅσσα δ᾽ ἐπ᾽ ἀνθρώπους ἄηται10 μαρτύρια φθιμένων ζωῶν τε φωτῶνἀπλέτου δόξας, ἐπέψαυσαν κατὰ πᾶν τέλος: ἀνορέαις δ᾽ ἐσχάταισιν[ 20] οἴκοθεν στάλαισιν ἅπτονθ᾽ Ἡρακλείαις: καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν. ἱπποτρόφοι τ᾽ ἐγένοντο, 15 χαλκέῳ τ᾽ Ἄρει ἅδον. ἀλλ᾽ ἁμέρᾳ γὰρ ἐν μιᾷτραχεῖα νιφὰς πολέμοιο τεσσάρωνἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν: νῦν δ᾽ αὖ μετὰ χειμέριον ποικίλων μηνῶν ζόφον[ 30] χθὼν ὥτε φοινικέοισιν ἄνθησεν ῥόδοιςδαιμόνων βουλαῖς. ὁ κινητὴρ δὲ γᾶς Ὀγχηστὸν οἰκέων20 καὶ γέφυραν ποντιάδα πρὸ Κορίνθου τειχέων, τόνδε πορὼν γενεᾷ θαυμαστὸν ὕμνονἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν[ 40] εὐκλέων ἔργων: ἐν ὕπνῳ γὰρ πέσεν: ἀλλ᾽ ἀνεγειρομένα χρῶτα λάμπει, Ἀωσφόρος θαητὸς ὣς ἄστροις ἐν ἄλλοις: 25 ἅ τε κἀν γουνοῖς Ἀθανᾶν ἅρμα καρύξαισα νικᾶνἔν τ᾽ Ἀδραστείοις ἀέθλοις Σικυῶνος ὤπασεντοιάδε τῶν τότ᾽ ἐόντων φύλλ᾽ ἀοιδᾶν. οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχον[ 50] καμπύλον δίφρον, Πανελλάνεσσι δ᾽ ἐριζόμενοι δαπάνᾳ χαῖρον ἵππων. 30 τῶν ἀπειράτων γὰρ ἄγνωστοι σιωπαί, ἔστιν δ᾽ ἀφάνεια τύχας καὶ μαρναμένων, πρὶν τέλος ἄκρον ἱκέσθαι: τῶν τε γὰρ καὶ τῶν διδοῖ: καὶ κρέσσον᾽ ἀνδρῶν χειρόνων35[ 59] ἔσφαλε τέχνα καταμάρψαισ᾽. ἴστε μὰν Αἴαντος ἀλκὰν φοίνιον, τὰν ὀψίᾳἐν νυκτὶ ταμὼν περὶ ᾧ φασγάνῳ, μομφὰν ἔχει παίδεσσιν Ἑλλάνων ὅσοι Τρῴανδ᾽ ἔβαν. ἀλλ᾽ Ὅμηρός τοι τετίμακεν δι᾽ ἀνθρώπων, ὃς αὐτοῦπᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασενθεσπεσίων ἐπέων λοιποῖς ἀθύρειν. 40 τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει,[ 70] εἴ τις εὖ εἴπῃ τι: καὶ πάγκαρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακενἑργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί. προφρόνων Μοισᾶν τύχοιμεν, κεῖνον ἅψαι πυρσὸν ὕμνωνκαὶ Μελίσσῳ, παγκρατίου στεφάνωμ᾽ ἐπάξιον, 45 ἔρνεϊ Τελεσιάδα. τόλμᾳ γὰρ εἰκὼςθυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων[ 80] ἐν πόνῳ, μῆτιν δ᾽ ἀλώπηξ, αἰετοῦ ἅ τ᾽ ἀναπιτναμένα ῥόμβον ἴσχει. χρὴ δὲ πᾶν ἔρδοντα μαυρῶσαι τὸν ἐχθρόν. οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν: 50 ἀλλ᾽ ὀνοτὸς μὲν ἰδέσθαι, συμπεσεῖν δ᾽ ἀκμᾷ βαρύς. καίτοι πότ᾽ Ἀνταίου δόμους[ 90] Θηβᾶν ἀπὸ Καδμεϊᾶν μορφὰν βραχύς, ψυχὰν δ᾽ ἄκαμπτος, προσπαλαίσων ἦλθ᾽ ἀνὴρτὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφρα ξένων ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι, 55 υἱὸς Ἀλκμήνας: ὃς Οὐλυμπόνδ᾽ ἔβα, γαίας τε πάσαςκαὶ βαθύκρημνον πολιᾶς ἁλὸς ἐξευρὼν θέναρ, ναυτιλίαισί τε πορθμὸν ἁμερώσαις. νῦν δὲ παρ᾽ Αἰγιόχῳ κάλλιστον ὄλβον[ 100] ἀμφέπων ναίει, τετίματαί τε πρὸς ἀθανάτων φίλος, Ἥβαν τ᾽ ὀπυίει, 60 χρυσέων οἴκων ἄναξ καὶ γαμβρὸς Ἥρας. τῷ μὲν Ἀλεκτρᾶν ὕπερθεν δαῖτα πορσύνοντες ἀστοὶκαὶ νεόδματα στεφανώματα βωμῶν αὔξομενἔμπυρα χαλκοαρᾶν ὀκτὼ θανόντων, τοὺς Μεγάρα τέκε οἱ Κρειοντὶς υἱούς: 65[ 110] τοῖσιν ἐν δυθμαῖσιν αὐγᾶν φλὸξ ἀνατελλομένα συνεχὲς παννυχίζειαἰθέρα κνισάεντι λακτίζοισα καπνῷ, καὶ δεύτερον ἆμαρ ἐτείων τέρμ᾽ ἀέθλωνγίνεται, ἰσχύος ἔργον. ἔνθα λευκωθεὶς κάρα70 μύρτοις ὅδ᾽ ἀνὴρ διπλόαν[ 120] νίκαν ἀνεφάνατο παίδων τε τρίταν πρόσθεν, κυβερνατῆρος οἰακοστρόφουγνώμᾳ πεπιθὼν πολυβούλῳ. σὺν Ὀρσέᾳ δέ νιν κωμάξομαι, τερπνὰν ἐπιστάζων χάριν.