Pythian
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
5.1
ΦΥΛΑΚΙΔΑι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙΩιμᾶτερ Ἁλίου πολυώνυμε Θεία, σέο ἕκατι καὶ μεγασθενῆ νόμισανχρυσὸν ἄνθρωποι περιώσιον ἄλλων: καὶ γὰρ ἐριζόμεναι5 νᾶες ἐν πόντῳ καὶ ὑφ᾽ ἅρμασιν ἵπποιδιὰ τεάν, ὤνασσα, τιμὰν ὠκυδινάτοις ἐν ἁμίλλαισι θαυμασταὶ πέλονται: ἔν τ᾽ ἀγωνίοις ἀέθλοισι ποθεινὸν[ 10] κλέος ἔπραξεν, ὅντιν᾽ ἀθρόοι στέφανοιχερσὶ νικάσαντ᾽ ἀνέδησαν ἔθειραν10 ἢ ταχυτᾶτι ποδῶν. κρίνεται δ᾽ ἀλκὰ διὰ δαίμονας ἀνδρῶν. δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαίνοντι τὸν ἄλπνιστον εὐανθεῖ σὺν ὄλβῳ, εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ. μὴ μάτευε Ζεὺς γενέσθαι: πάντ᾽ ἔχεις, 15 εἴ σε τούτων μοῖρ᾽ ἐφίκοιτο καλῶν.[ 20] θνατὰ θνατοῖσι πρέπει. τὶν δ᾽ ἐν Ἰσθμῷ διπλόα θάλλοισ᾽ ἀρετά, Φυλακίδα, κεῖται, Νεμέα δὲ καὶ ἀμφοῖν, Πυθέᾳ τε παγκρατίου. τὸ δ᾽ ἐμὸν20 οὐκ ἄτερ Αἰακιδᾶν κέαρ ὕμνων γεύεται: σὺν Χάρισιν δ᾽ ἔμολον Λάμπωνος υἱοῖςτάνδ᾽ ἐς εὔνομον πόλιν. εἰ δὲ τέτραπταιθεοδότων ἔργων κέλευθον ἂν καθαράν,[ 30] μὴ φθόνει κόμπον τὸν ἐοικότ᾽ ἀοιδᾷ25 κιρνάμεν ἀντὶ πόνων. καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶλόγον ἐκέρδαναν, κλέονται δ᾽ ἔν τε φορμίγγεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκλαῖςμυρίον χρόνον: μελέταν δὲ σοφισταῖςΔιὸς ἕκατι πρόσβαλον σεβιζόμενοι: 30 ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖςΟἰνεΐδαι κρατεροί,[ 40] ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαοςγέρας ἔχει, Περσεὺς δ᾽ ἐν Ἄργει, Κάστορος δ᾽ αἰχμὰ Πολυδεύκεος τ᾽ ἐπ᾽ Εὐρώτα ῥεέθροις. ἀλλ᾽ ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαὶ35 Αἰακοῦ παίδων τε: τοὶ καὶ σὺν μάχαιςδὶς πόλιν Τρώων πράθον ἑσπόμενοιἩρακλῆϊ πρότερον, καὶ σὺν Ἀτρείδαις. ἔλα νῦν μοι πεδόθεν: λέγε, τίνες Κύκνον, τίνες Ἕκτορα πέφνον, 40[ 50] καὶ στράταρχον Αἰθιόπων ἄφοβονΜέμνονα χαλκοάραν: τίς ἄρ᾽ ἐσλὸν Τήλεφοντρῶσεν ἑῷ δορὶ Καΐκου παρ᾽ ὄχθαις; τοῖσιν Αἴγιναν προφέρει στόμα πάτρανδιαπρεπέα νᾶσον: τετείχισται δὲ πάλαι45 πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν. πολλὰ μὲν ἀρτιεπὴςγλῶσσά μοι τοξεύματ᾽ ἔχει περὶ κείνων[ 60] κελαδέσαι: καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι κεν πόλις Αἴαντος ὀρθωθεῖσα ναύταιςἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ50 ἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ. ἀλλ᾽ ὅμως καύχημα κατάβρεχε σιγᾷ: Ζεὺς τά τε καὶ τὰ νέμει, Ζεὺς ὁ πάντων κύριος. ἐν δ᾽ ἐρατεινῷ[ 70] μέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον χάρμ᾽ ἀγαπάζοντι. μαρνάσθω τις ἔρδων55 ἀμφ᾽ ἀέθλοισιν γενεὰν Κλεονίκουἐκμαθών: οὔτοι τετύφλωται μακρὸςμόχθος ἀνδρῶν: οὐδ᾽ ὁπόσαι δαπάναιἐλπίδων ἔκνισ᾽ ὄπιν. αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις60 Φυλακίδᾳ πλαγᾶν δρόμον εὐθυπορῆσαιχερσὶ δεξιόν, νόῳ ἀντίπαλον. λάμβανέ οἱ στέφανον, φέρε δ᾽ εὔμαλλον μίτραν,[ 80] καὶ πτερόεντα νέον σύμπεμψον ὕμνον.