Pythian
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
6.1
ΦΥΛΑΚΙΔΑι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙΩιθάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίουδεύτερον κρητῆρα Μοισαίων μελέωνκίρναμεν Λάμπωνος εὐάθλου γενεᾶς ὕπερ, ἐν Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ, τίν γ᾽ ἄωτον δεξάμενοι στεφάνων, 5 νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳΝηρεΐδεσσί τε πεντήκοντα, παίδων ὁπλοτάτου[ 10] Φυλακίδα νικῶντος. εἴη δὲ τρίτονσωτῆρι πορσαίνοντας Ὀλυμπίῳ Αἴγιναν κάτασπένδειν μελιφθόγγοις ἀοιδαῖς. 10 εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρεὶςκαὶ πόνῳ πράσσει θεοδμάτους ἀρετάς, σύν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον, ἐσχατιαῖς ἤδη πρὸς ὄλβουβάλλετ᾽ ἄγκυραν θεότιμος ἐών.[ 20] τοίαισιν ὀργαῖς εὔχεται15 ἀντιάσαις Ἀΐδαν γῆράς τε δέξασθαι πολιὸνὁ Κλεονίκου παῖς: ἐγὼ δ᾽ ὑψίθρονονΚλωθὼ κασιγνήτας τε προσεννέπω ἑσπέσθαι κλυταῖςἀνδρὸς φίλου Μοίρας ἐφετμαῖς. ὔμμε τ᾽, ὦ χρυσάρματοι Αἰακίδαι, 20 τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν[ 30] τάνδ᾽ ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις. μυρίαι δ᾽ ἔργων καλῶν τέτμηνθ᾽ ἑκατόμπεδοι ἐν σχερῷ κέλευθοι, καὶ πέραν Νείλοιο παγᾶν καὶ δι᾽ Ὑπερβορέους: οὐδ᾽ ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις, 25 ἅτις οὐ Πηλέος ἀΐει κλέος ἥρωος, εὐδαίμονος γαμβροῦ θεῶν, οὐδ᾽ ἅτις Αἴαντος Τελαμωνιάδακαὶ πατρός: τὸν χαλκοχάρμαν ἐς πόλεμον[ 40] ἆγε σὺν Τιρυνθίοισι πρόφρονα σύμμαχον ἐς Τρωΐαν, ἥρωσι μόχθον, Λαομεδοντίαν ὑπὲρ ἀμπλακίαν30 ἐν ναυσὶν Ἀλκμήνας τέκος. εἷλε δὲ Περγαμίαν, πέφνεν δὲ σὺν κείνῳ Μερόπωνἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσονΦλέγραισιν εὑρὼν Ἀλκυονῆ, σφετέρας δ᾽ οὐ φείσατο[ 50] χερσὶν βαρυφθόγγοιο νευρᾶς35 Ἡρακλέης. ἀλλ᾽ Αἰακίδαν καλέωνἐς πλόον κεῖνον κύρησε δαινυμένων. τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νεκταρέαις σπονδαῖσιν ἄρξαικαρτεραίχμαν Ἀμφιτρυωνιάδαν, ἄνδωκε δ᾽ αὐτῷ φέρτατος40 οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών,[ 60] ὁ δ᾽ ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχουςαὔδασε τοιοῦτον ἔπος:‘ εἴ ποτ᾽ ἐμάν, ὦ Ζεῦ πάτερ, θυμῷ ἐθέλων ἀρὰν ἄκουσας, νῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις45 λίσσομαι παῖδα θρασὺν ἐξ Ἐριβοίαςἀνδρὶ τῷδε, ξεῖνον ἀμὸν μοιρίδιον τελέσαι, τὸν μὲν ἄρρηκτον φυάν, ὥσπερ τόδε δέρμα με νῦν περιπλανᾶται[ 70] θηρός, ὃν πάμπρωτον ἄθλων κτεῖνά ποτ᾽ ἐν Νεμέᾳ: θυμὸς δ᾽ ἑπέσθω.’ ταῦτ᾽ ἄρα οἱ φαμένῳ πέμψεν θεὸς50 ἀρχὸν οἰωνῶν μέγαν αἰετόν: ἁδεῖα δ᾽ ἔνδον νιν ἔκνιξεν χάρις, εἶπέν τε φωνήσαις ἅτε μάντις ἀνήρ:‘ ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ Τελαμών: καί νιν ὄρνιχος φανέντος κέκλε᾽ ἐπώνυμον εὐρυβίαν Αἴαντα, λαῶν[ 80] ἐν πόνοις ἔκπαγλον Ἐνυαλίου.’ 55 ὣς ἆρα εἰπὼν αὐτίκαἕζετ᾽. ἐμοὶ δὲ μακρὸν πάσας ἀναγήσασθ᾽ ἀρετάς: Φυλακίδᾳ γὰρ ἦλθον, ὦ Μοῖσα, ταμίαςΠυθέᾳ τε κώμων Εὐθυμένει τε. τὸν Ἀργείων τρόπονεἰρήσεταί που κἀν βραχίστοις. 60 ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίουτρεῖς ἀπ᾽ Ἰσθμοῦ, τὰς δ᾽ ἀπ᾽ εὐφύλλου Νεμέας,[ 90] ἀγλαοὶ παῖδές τε καὶ μάτρως: ἀνὰ δ᾽ ἄγαγον ἐς φάος οἵαν μοῖραν ὕμνων: τὰν Ψαλυχιδᾶν δὲ πάτραν Χαρίτωνἄρδοντι καλλίστᾳ δρόσῳ, 65 τόν τε Θεμιστίου ὀρθώσαντες οἶκον τάνδε πόλινθεοφιλῆ ναίοισι. Λάμπων δὲ μελέτανἔργοις ὀπάζων Ἡσιόδου μάλα τιμᾷ τοῦτ᾽ ἔπος,[ 100] υἱοῖσί τε φράζων παραινεῖ, ξυνὸν ἄστει κόσμον ἑῷ προσάγων, 70 καὶ ξένων εὐεργεσίαις ἀγαπᾶται, μέτρα μὲν γνώμᾳ διώκων, μέτρα δὲ καὶ κατέχων: γλῶσσα δ᾽ οὐκ ἔξω φρενῶν: φαίης κέ νιν ἀνδράσιν ἀθληταῖσιν ἔμμενΝαξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντ᾽ ἀκόναν. πίσω σφε Δίρκας ἁγνὸν ὕδωρ, τὸ βαθύζωνοι κόραι75[ 110] χρυσοπέπλου Μναμοσύνας ἀνέτειλαν παρ᾽ εὐτειχέσιν Κάδμου πύλαις.