Pythian
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
7.1
ΣΤΡΕΨΙΑΔΗι ΘΗΒΑΙΩι ΠΑΓΚΡΑΤΙΩιτίνι τῶν πάρος, ὦ μάκαιρα Θήβα, καλῶν ἐπιχωρίων μάλιστα θυμὸν τεὸνεὔφρανας; ἦ ῥα χαλκοκρότου πάρεδρονΔαμάτερος ἁνίκ᾽ εὐρυχαίταν5 ἄντειλας Διόνυσον; ἢ χρυσῷ μεσονύκτιον νίφοντα δεξαμένα τὸν φέρτατον θεῶν, ὁπότ᾽ Ἀμφιτρύωνος ἐν θυρέτροις[ 10] σταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς; ἢ ὅτ᾽ ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς; ἢ ὅτ᾽ ἀμφ᾽ Ἰόλαον ἱππόμητιν; 10 ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν; ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανὸνμυρίων ἑτάρων ἐς Ἄργος ἵππιον; ἢ Δωρίδ᾽ ἀποικίαν οὕνεκεν ὀρθῷἔστασας ἐπὶ σφυρῷ[ 20] Λακεδαιμονίων, ἕλον δ᾽ Ἀμύκλας15 Αἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις; ἀλλὰ παλαιὰ γὰρεὕδει χάρις, ἀμνάμονες δὲ βροτοί, ὅ τι μὴ σοφίας ἄωτον ἄκρονκλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν. 20 κώμαζ᾽ ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳκαὶ Στρεψιάδᾳ: φέρει γὰρ Ἰσθμοῖ[ 30] νίκαν παγκρατίου: σθένει τ᾽ ἔκπαγλος ἰδεῖν τε μορφάεις: ἄγει τ᾽ ἀρετὰν οὐκ αἴσχιον φυᾶς. φλέγεται δὲ ἰοπλόκοισι Μοίσαις, μάτρωΐ θ᾽ ὁμωνύμῳ δέδωκε κοινὸν θάλος, 25 χάλκασπις ᾧ πότμον μὲν Ἄρης ἔμιξεν, τιμὰ δ᾽ ἀγαθοῖσιν ἀντίκειται.[ 40] ἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλαζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται, λοιγὸν ἄντα φέρων ἐναντίῳ στρατῷ, ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων30 ζώων τ᾽ ἀπὸ καὶ θανών. τὺ δέ, Διοδότοιο παῖ, μαχατὰναἰνέων Μελέαγρον, αἰνέων δὲ καὶ ἝκτοραἈμφιάρηόν τε, εὐανθέ᾽ ἀπέπνευσας ἁλικίαν35 προμάχων ἀν᾽ ὅμιλον, ἔνθ᾽ ἄριστοι[ 50] ἔσχον πολέμοιο νεῖκος ἐσχάταις ἐλπίσιν. ἔτλαν δὲ πένθος οὐ φατόν: ἀλλὰ νῦν μοιΓαιάοχος εὐδίαν ὄπασσενἐκ χειμῶνος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόσαις. ὁ δ᾽ ἀθανάτων μὴ θρασσέτω φθόνος, 40 ὅ τι τερπνὸν ἐφάμερον διώκωνἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμοναἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες:[ 60] δαίμων δ᾽ ἄϊσος: τὰ μακρὰ δ᾽ εἴ τιςπαπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν ἕδραν: ὅτι πτερόεις ἔρριψε Πάγασος45 δεσπόταν ἐθέλοντ᾽ ἐς οὐρανοῦ σταθμοὺςἐλθεῖν μεθ᾽ ὁμάγυριν ΒελλεροφόντανΖηνός: τὸ δὲ πὰρ δίκανγλυκὺ πικροτάτα μένει τελευτά.[ 70] ἄμμι δ᾽, ὦ χρυσέᾳ κόμᾳ θάλλων, πόρε, Λοξία, 50 τεαῖσιν ἁμίλλαισινεὐανθέα καὶ Πυθόϊ στέφανον.