Pythian
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
8.1
ΚΛΕΑΝΔΡΩι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙΩιΚλεάνδρῳ τις ἁλικίᾳ τε λύτρονεὔδοξον, ὦ νέοι, καμάτωνπατρὸς ἀγλαὸν Τελεσάρχου παρὰ πρόθυρον ἰὼν ἀνεγειρέτωκῶμον, Ἰσθμιάδος τε νίκας ἄποινα, καὶ Νεμέᾳ5[ 10] ἀέθλων ὅτι κράτος ἐξεῦρε. τῷ καὶ ἐγώ, καίπερ ἀχνύμενος θυμόν, αἰτέομαι χρυσέαν καλέσαι Μοῖσαν. ἐκ μεγάλων δὲ πενθέων λυθέντεςμήτ᾽ ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων, μήτε κάδεα θεράπευε: παυσάμενοι δ᾽ ἀπρήκτων κακῶνγλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον:[ 20] ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς10 τὸν Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός, ἀτόλματον Ἑλλάδι μόχθον. ἀλλάμοι δεῖμα μὲν παροιχόμενονκαρτερὰν ἔπαυσε μέριμναν: τὸ δὲ πρὸ ποδὸς ἄρειον ἀεὶ σκοπεῖνχρῆμα πᾶν. δόλιος γὰρ αἰὼν ἐπ᾽ ἀνδράσι κρέμαται, 15[ 30] ἑλίσσων βίου πόρον: ἰατὰ δ᾽ ἔστι βροτοῖς σύν γ᾽ ἐλευθερίᾳ καὶ τά. χρὴ δ᾽ ἀγαθὰν ἐλπίδ᾽ ἀνδρὶ μέλειν: χρὴ δ᾽ ἐν ἑπταπύλοισι Θήβαις τραφένταΑἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν, πατρὸς οὕνεκα δίδυμαι γένοντο θύγατρες Ἀσωπίδων[ 40] ὁπλόταται, Ζηνί τε ἅδον βασιλέϊ. ὃ τὰν μὲν παρὰ καλλιρόῳ20 Δίρκᾳ φιλαρμάτου πόλιος ᾤκισσεν ἁγεμόνα: σὲ δ᾽ ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼνκοιμᾶτο, δῖον ἔνθα τέκεςΑἰακὸν βαρυσφαράγῳ πατρὶ κεδνότατον ἐπιχθονίων: ὃ καὶ[ 50] δαιμόνεσσι δίκας ἐπείραινε: τοῦ μὲν ἀντίθεοι25 ἀρίστευον υἱέες υἱέων τ᾽ ἀρηΐφιλοι παῖδες ἀνορέᾳ χάλκεον στονόεντ᾽ ἀμφέπειν ὅμαδον: σώφρονές τ᾽ ἐγένοντο πινυτοί τε θυμόν. ταῦτα καὶ μακάρων ἐμέμναντ᾽ ἀγοραί,[ 60] Ζεὺς ὅτ᾽ ἀμφὶ Θέτιος ἀγλαός τ᾽ ἔρισαν Ποσειδᾶν γάμῳ, ἄλοχον εὐειδέ᾽ ἐθέλων ἑκάτεροςἑὰν ἔμμεν: ἔρως γὰρ ἔχεν. 30 ἀλλ᾽ οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες, ἐπεὶ θεσφάτων ἐπάκουσαν: εἶπε δ᾽ εὔβουλος ἐν μέσοισι Θέμις,[ 70] οὕνεκεν πεπρωμένον ἦν φέρτερον γόνον ἄνακτα πατρὸς τεκεῖνποντίαν θεόν, ὃς κεραυνοῦ τε κρέσσον ἄλλο βέλος35 διώξει χερὶ τριόδοντός τ᾽ ἀμαιμακέτου, Δί τε μισγομέναν ἢ Διὸς παρ᾽ ἀδελφεοῖσιν.—‘ ἀλλὰ τὰ μὲν παύσατε: βροτέων δὲ λεχέων τυχοῖσα[ 80] υἱὸν εἰσιδέτω θανόντ᾽ ἐν πολέμῳ, χεῖρας Ἄρεΐ τ᾽ ἐναλίγκιον στεροπαῖσί τ᾽ ἀκμὰν ποδῶν. τὸ μὲν ἐμὸν Πηλέϊ γάμου θεόμορονὀπάσσαι γέρας Αἰακίδᾳ, 40 ὅντ᾽ εὐσεβέστατον φάτις Ἰωλκοῦ τράφειν πεδίον: ἰόντων δ᾽ ἐς ἄφθιτον ἄντρον εὐθὺς[ 90] Χείρωνος αὐτίκ᾽ ἀγγελίαι: μηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα δὶς ἐγγυαλιζέτωἄμμιν: ἐν διχομηνίδεσσιν δὲ ἑσπέραις ἐρατὸν45[ 100] λύοι κεν χαλινὸν ὑφ᾽ ἥρωϊ παρθενίας.’ ὣς φάτο Κρονίδαις ἐννέποισα θεά: τοὶ δ᾽ ἐπὶ γλεφάροις νεῦσαν ἀθανάτοισιν: ἐπέων δὲ καρπὸςοὐ κατέφθινε. φαντὶ γὰρ ξύν᾽ ἀλέγεινκαὶ γάμον Θέτιος ἄνακτα. καὶ νεαρὰν ἔδειξαν σοφῶνστόματ᾽ ἀπείροισιν ἀρετὰν Ἀχιλέος: ὃ καὶ Μύσιον ἀμπελόεν50[ 110] αἵμαξε Τηλέφου μέλανι ῥαίνων φόνῳ πεδίον, γεφύρωσέ τ᾽ Ἀτρεΐδαισι νόστον, Ἑλέναν τ᾽ ἐλύσατο, Τρωΐαςἶνας ἐκταμὼν δορί, ταί νιν ῥύοντό ποτε μάχας ἐναριμβρότουἔργον ἐν πεδίῳ κορύσσοντα, Μέμνονός τε βίαν55[ 120] ὑπέρθυμον Ἕκτορά τ᾽ ἄλλους τ᾽ ἀριστέας: οἷς δῶμα Φερσεφόνας μανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν, Αἴγιναν σφετέραν τε ῥίζαν πρόφαινεν. τὸν μὲν οὐδὲ θανόντ᾽ ἀοιδαὶ ἔλιπον, ἀλλά οἱ παρά τε πυρὰν τάφον θ᾽ Ἑλικώνιαι παρθένοιστάν, ἐπὶ θρῆνόν τε πολύφαμον ἔχεαν.[ 130] ἔδοξ᾽ ἆρα τόδ᾽ ἀθανάτοις, 60 ἐσλόν γε φῶτα καὶ φθίμενον ὕμνοις θεᾶν διδόμεν. τὸ καὶ νῦν φέρει λόγον, ἔσσυταί τεΜοισαῖον ἅρμα Νικοκλέοςμνᾶμα πυγμάχου κελαδῆσαι. γεραίρετέ νιν, ὃς Ἴσθμιον ἂν νάποςΔωρίων ἔλαχεν σελίνων: ἐπεὶ περικτίονας65[ 140] ἐνίκασε δή ποτε καὶ κεῖνος ἄνδρας ἀφύκτῳ χερὶ κλονέων. τὸν μὲν οὐ κατελέγχει κριτοῦ γενεὰ πατραδελφεοῦ: ἁλίκων τῷ τις ἁβρὸνἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτωμυρσίνας στέφανον, ἐπεί νιν Ἀλκαθόου τ᾽ ἀγὼν σὺν τύχᾳ[ 150] ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν: τὸν αἰνεῖν ἀγαθῷ παρέχει: 70 ἥβαν γὰρ οὐκ ἄπειρον ὑπὸ χειᾷ καλῶν δάμασεν.