Nemean
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
10.1
ΘΕΑΙΩι ΑΡΓΕΙΩι ΠΑΛΑΙΣΤΗιΔαναοῦ πόλιν ἀγλαοθρόνων τε πεντήκοντα κορᾶν, Χάριτες, Ἄργος Ἥρας δῶμα θεοπρεπὲς ὑμνεῖτε: φλέγεται δ᾽ ἀρεταῖςμυρίαις ἔργων θρασέων ἕνεκεν. μακρὰ μὲν τὰ Περσέος ἀμφὶ Μεδοίσας Γοργόνος: 5 πολλὰ δ᾽ Αἰγύπτῳ καταοίκισθεν ἄστη ταῖς Ἐπάφου παλάμαις:[ 10] οὐδ᾽ Ὑπερμνήστρα παρεπλάγχθη, μονόψαφον ἐν κολεῷ κατασχοῖσα ξίφος. Διομήδεα δ᾽ ἄμβροτον ξανθά ποτε Γλαυκῶπις ἔθηκε θεόν: γαῖα δ᾽ ἐν Θήβαις ὑπέδεκτο κεραυνωθεῖσα Διὸς βέλεσινμάντιν Οἰκλείδαν, πολέμοιο νέφος: 10 καὶ γυναιξὶν καλλικόμοισιν ἀριστεύει πάλαι:[ 20] Ζεὺς ἐπ᾽ Ἀλκμήναν Δανάαν τε μολὼν τοῦτον κατέφανε λόγον: πατρὶ δ᾽ Ἀδράστοιο Λυγκεῖ τε φρενῶν καρπὸν εὐθείᾳ συνάρμοξεν δίκᾳ: θρέψε δ᾽ αἰχμὰν Ἀμφιτρύωνος. ὁ δ᾽ ὄλβῳ φέρτατοςἵκετ᾽ ἐς κείνου γενεάν, ἐπεὶ ἐν χαλκέοις ὅπλοις15 Τηλεβόας ἔναρεν: τῷ ὄψιν ἐειδόμενοςἀθανάτων βασιλεὺς αὐλὰν ἐσῆλθεν[ 30] σπέρμ᾽ ἀδείμαντον φέρων Ἡρακλέος: οὗ κατ᾽ Ὄλυμπονἄλοχος Ἥβα τελείᾳ παρὰ ματέρι βαίνοισ᾽ ἔστι, καλλίστα θεῶν. βραχύ μοι στόμα πάντ᾽ ἀναγήσασθ᾽, ὅσων Ἀργεῖον ἔχει τέμενος20 μοῖραν ἐσλῶν: ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς ἀντιάσαι: ἀλλ᾽ ὅμως εὔχορδον ἔγειρε λύραν, καὶ παλαισμάτων λάβε φροντίδ᾽: ἀγών τοι χάλκεοςδᾶμον ὀτρύνει ποτὶ βουθυσίαν Ἥρας ἀέθλων τε κρίσιν: Οὐλία παῖς ἔνθα νικάσαις δὶς ἔσχεν Θεαῖος εὐφόρων λάθαν πόνων. 25 ἐκράτησε δὲ καί ποθ᾽ Ἕλλανα στρατὸν Πυθῶνι, τύχᾳ τε μολὼνκαὶ τὸν Ἰσθμοῖ καὶ Νεμέᾳ στέφανον, Μοίσαισί τ᾽ ἔδωκ᾽ ἀρόσαι,[ 50] τρὶς μὲν ἐν πόντοιο πύλαισι λαχών, τρὶς δὲ καὶ σεμνοῖς δαπέδοις ἐν Ἀδραστείῳ νόμῳ. Ζεῦ πάτερ, τῶν μὰν ἔραται φρενί, σιγᾷ οἱ στόμα: πᾶν δὲ τέλος30 ἐν τὶν ἔργων: οὐδ᾽, ἀμόχθῳ καρδίᾳ προσφέρων τόλμαν, παραιτεῖται χάριν: γνώτ᾽ ἀείδω οἷ τε καὶ ὅστις ἁμιλλᾶται περὶ[ 60] ἐσχάτων ἄθλων κορυφαῖς: ὕπατον δ᾽ ἔσχεν ΠίσαἩρακλέος τεθμόν: ἁδεῖαί γε μὲν ἀμβολάδανἐν τελεταῖς δὶς Ἀθαναίων νιν ὀμφαὶ35 κώμασαν: γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίαςἔμολεν Ἥρας τὸν εὐάνορα λαὸν ἐν ἀγγέων ἕρκεσιν παμποικίλοις.[ 70] ἕπεται δέ, Θεαῖε, ματρώων πολύγνωτον γένος ὑμετέρωνεὐάγων τιμὰ Χαρίτεσσί τε καὶ σὺν Τυνδαρίδαις θαμάκις. ἀξιωθείην κεν, ἐὼν Θρασύκλου40 Ἀντία τε ξύγγονος, Ἄργει μὴ κρύπτειν φάοςὀμμάτων. νικαφορίαις γὰρ ὅσαις Προίτοιο τόδ᾽ ἱπποτρόφονἄστυ θάλησεν Κορίνθου τ᾽ ἐν μυχοῖς καὶ Κλεωναίων πρὸς ἀνδρῶν τετράκις:[ 80] Σικυωνόθε δ᾽ ἀργυρωθέντες σὺν οἰνηραῖς φιάλαις ἐπέβαν, ἐκ δὲ Πελλάνας ἐπιεσσάμενοι νῶτον μαλακαῖσι κρόκαις: 45 ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸνἐξελέγχειν: μακροτέρας γὰρ ἀριθμῆσαι σχολᾶς: ὅντε Κλείτωρ καὶ Τεγέα καὶ Ἀχαιῶν ὑψίβατοι πόλιες[ 90] καὶ Λύκαιον πὰρ Διὸς θῆκε δρόμῳ, σὺν ποδῶν χειρῶν τε νικᾶσαι σθένει. Κάστορος δ᾽ ἐλθόντος ἐπὶ ξενίαν πὰρ Παμφάη50 καὶ κασιγνήτου Πολυδεύκεος, οὐ θαῦμα σφίσινἐγγενὲς ἔμμεν ἀεθληταῖς ἀγαθοῖσιν: ἐπεὶεὐρυχόρου ταμίαι Σπάρτας ἀγώνωνμοῖραν Ἑρμᾷ καὶ σὺν Ἡρακλεῖ διέποντι θάλειαν,[ 100] μάλα μὲν ἀνδρῶν δικαίων περικαδόμενοι. καὶ μὰν θεῶν πιστὸν γένος. 55 μεταμειβόμενοι δ᾽ ἐναλλὰξ ἁμέραν τὰν μὲν παρὰ πατρὶ φίλῳΔὶ νέμονται, τὰν δ᾽ ὑπὸ κεύθεσι γαίας ἐν γυάλοις Θεράπνας, πότμον ἀμπιπλάντες ὁμοῖον: ἐπεὶτοῦτον, ἢ πάμπαν θεὸς ἔμμεναι οἰκεῖν τ᾽ οὐρανῷ,[ 110] εἵλετ᾽ αἰῶνα φθιμένου Πολυδεύκης Κάστορος ἐν πολέμῳ. 60 τὸν γὰρ Ἴδας ἀμφὶ βουσίν πως χολωθεὶς ἔτρωσεν χαλκέας λόγχας ἀκμᾷ. ἀπὸ Ταϋγέτου πεδαυγάζων ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχειἡμένους. κείνου γὰρ ἐπιχθονίων πάντων γένετ᾽ ὀξύτατονὄμμα. λαιψηροῖς δὲ πόδεσσιν ἄφαρ[ 120] ἐξικέσθαν, καὶ μέγα ἔργον ἐμήσαντ᾽ ὠκέως, 65 καὶ πάθον δεινὸν παλάμαις Ἀφαρητίδαι Διός. αὐτίκα γὰρἦλθε Λήδας παῖς διώκων: τοὶ δ᾽ ἔναντα στάθεν τύμβῳ σχεδὸν πατρωΐῳ: ἔνθεν ἁρπάξαντες ἄγαλμ᾽ Ἀΐδα, ξεστὸν πέτρον, ἔμβαλον στέρνῳ Πολυδεύκεος: ἀλλ᾽ οὔ νιν φλάσαν,[ 130] οὐδ᾽ ἀνέχασσαν: ἐφορμαθεὶς δ᾽ ἄρ᾽ ἄκοντι θοῷ70 ἤλασε Λυγκέος ἐν πλευραῖσι χαλκόν. Ζεὺς δ᾽ ἐπ᾽ Ἴδᾳ πυρφόρον πλᾶξε ψολόεντα κεραυνόν: ἅμα δ᾽ ἐκαίοντ᾽ ἔρημοι. χαλεπὰ δ᾽ ἔρις ἀνθρώποις ὁμιλεῖν κρεσσόνων. ταχέως δ᾽ ἐπ᾽ ἀδελφεοῦ βίαν πάλιν χώρησεν ὁ Τυνδαρίδας,[ 140] καί νιν οὔπω τεθναότ᾽, ἄσθματι δὲ φρίσσοντα πνοὰς ἔκιχεν. 75 θερμὰ δὴ τέγγων δάκρυα στοναχαῖςὄρθιον φώνασε:‘ πάτερ Κρονίων, τίς δὴ λύσιςἔσσεται πενθέων; καὶ ἐμοὶ θάνατον σὺν τῷδ᾽ ἐπίτειλον, ἄναξ. οἴχεται τιμὰ φίλων τατωμένῳ φωτί: παῦροι δ᾽ ἐν πόνῳ πιστοὶ βροτῶνκαμάτου μεταλαμβάνειν.’ ὣς ἔννεπε: Ζεὺς δ᾽ ἀντίος ἤλυθέ οἱ80[ 150] καὶ τόδ᾽ ἐξαύδασ᾽ ἔπος:‘ ἐσσί μοι υἱός: τόνδε δ᾽ ἔπειτα πόσιςσπέρμα θνατὸν ματρὶ τεᾷ πελάσαιςστάξεν ἥρως. ἀλλ᾽ ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσινπαρδίδωμ᾽: εἰ μὲν θάνατόν τε φυγὼν καὶ γῆρας ἀπεχθόμενοναὐτὸς Οὔλυμπον θέλεις ναίειν ἐμοὶ σύν τ᾽ Ἀθαναίᾳ κελαινεγχεῖ τ᾽ Ἄρει, 85[ 160] ἔστι τοι τούτων λάχος: εἰ δὲ κασιγνήτου πέριμάρνασαι, πάντων δὲ νοεῖς ἀποδάσσασθαι ἴσον, ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐών, ἥμισυ δ᾽ οὐρανοῦ ἐν χρυσέοις δόμοισιν.’ ὣς ἄρ᾽ αὐδάσαντος οὐ γνώμᾳ διπλόαν θέτο βουλάν. 90[ 170] ἀνὰ δ᾽ ἔλυσεν μὲν ὀφθαλμόν, ἔπειτα δὲ φωνὰν χαλκομίτρα Κάστορος.