Nemean
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
11.1
ΑΡΙΣΤΑΓΟΡΑι ΤΕΝΕΔΙΩι ΠΡΥΤΑΝΕΙπαῖ Ῥέας, ἅ τε πρυτανεῖα λέλογχας, Ἑστία, Ζηνὸς ὑψίστου κασιγνήτα καὶ ὁμοθρόνου Ἥρας, εὖ μὲν Ἀρισταγόραν δέξαι τεὸν ἐς θάλαμον,. εὖ δ᾽ ἑταίρους ἀγλαῷ σκάπτῳ πέλας, 5 οἵ σε γεραίροντες ὀρθὰν φυλάσσοισιν Τένεδον, πολλὰ μὲν λοιβαῖσιν ἀγαζόμενοι πρώταν θεῶν, πολλὰ δὲ κνίσσᾳ: λύρα δέ σφι βρέμεται καὶ ἀοιδά: καὶ ξενίου Διὸς ἀσκεῖται Θέμις ἀενάοις[ 10] ἐν τραπέζαις. ἀλλὰ σὺν δόξᾳ τέλος10 δωδεκάμηνον περᾶσαι σὺν ἀτρώτῳ κραδίᾳ, ἄνδρα δ᾽ ἐγὼ μακαρίζω μὲν πατέρ᾽ Ἁγησίλαν, καὶ τὸ θαητὸν δέμας ἀτρεμίαν τε ξύγγονον. εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους, ἔν τ᾽ ἀέθλοισιν ἀριστεύων ἐπέδειξεν βίαν, 15[ 20] θνατὰ μεμνάσθω περιστέλλων μέλη, καὶ τελευτὰν ἁπάντων γᾶν ἐπιεσσόμενος: ἐν λόγοις δ᾽ ἀστῶν ἀγαθοῖσί νιν αἰνεῖσθαι χρεών, καὶ μελιγδούποισι δαιδαλθέντα μελιζέμεν ἀοιδαῖς. ἐκ δὲ περικτιόνων ἑκκαίδεκ᾽ Ἀρισταγόραν20 ἀγλααὶ νῖκαι πάτραν τ᾽ εὐώνυμονἐστεφάνωσαν πάλᾳ καὶ μεγαυχεῖ παγκρατίῳ. ἐλπίδες δ᾽ ὀκνηρότεραι γονέων παιδὸς βίανἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ἄθλων.[ 30] ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ Κασταλίᾳ25 καὶ παρ᾽ εὐδένδρῳ μολὼν ὄχθῳ Κρόνουκάλλιον ἂν δηριώντων ἐνόστησ᾽ ἀντιπάλων, πενταετηρίδ᾽ ἑορτὰν Ἡρακλέος τέθμιονκωμάσαις ἀνδησάμενός τε κόμαν ἐν πορφυρέοιςἔρνεσιν. ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι30 ἐξ ἀγαθῶν ἔβαλον: τὸν δ᾽ αὖ καταμεμφθέντ᾽ ἄγαν[ 41] ἰσχὺν οἰκείων παρέσφαλεν καλῶνχειρὸς ἕλκων ὀπίσσω θυμὸς ἄτολμος ἐών. συμβαλεῖν μὰν εὐμαρὲς ἦν τό τε Πεισάνδρου πάλαιαἷμ᾽ ἀπὸ Σπάρτας: Ἀμύκλαθεν γὰρ ἔβα σὺν Ὀρέστᾳ, 35 Αἰολέων στρατιὰν χαλκεντέα δεῦρ᾽ ἀνάγων: καὶ παρ᾽ Ἰσμηνοῦ ῥοὰν κεκραμένονἐκ Μελανίπποιο μάτρωος. ἀρχαῖαι δ᾽ ἀρεταὶἀμφέροντ᾽ ἀλλασσόμεναι γενεαῖς ἀνδρῶν σθένος:[ 50] ἐν σχερῷ δ᾽ οὔτ᾽ ὦν μέλαιναι καρπὸν ἔδωκαν ἄρουραι, 40 δένδρεά τ᾽ οὐκ ἐθέλει πάσαις ἐτέων περόδοιςἄνθος εὐῶδες φέρειν πλούτῳ ἴσον, ἀλλ᾽ ἐν ἀμείβοντι. καὶ θνατὸν οὕτως ἔθνος ἄγειμοῖρα. τὸ δ᾽ ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεταιτέκμαρ: ἀλλ᾽ ἔμπαν μεγαλανορίαις ἐμβαίνομεν, 45 ἔργα τε πολλὰ μενοινῶντες: δέδεται γὰρ ἀναιδεῖ[ 60] ἐλπίδι γυῖα: προμαθείας δ᾽ ἀπόκεινται ῥοαί. κερδέων δὲ χρὴ μέτρον θηρευέμεν: ἀπροσίκτων δ᾽ ἐρώτων ὀξύτεραι μανίαι.