Nemean
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
1.1
ΧΡΟΜΙΩι ΑΙΤΝΑΙΩι ΙΠΠΟΙΣἄμπνευμα σεμνὸν Ἀλφεοῦ, κλεινᾶν Συρακοσσᾶν θάλος Ὀρτυγία, δέμνιον Ἀρτέμιδος, Δάλου κασιγνήτα, σέθεν ἁδυεπὴς5 ὕμνος ὁρμᾶται θέμεναἶνον ἀελλοπόδων μέγαν ἵππων, Ζηνὸς Αἰτναίου χάριν:[ 10] ἅρμα δ᾽ ὀτρύνει Χρομίου Νεμέα θ᾽ ἔργμασιν νικαφόροις ἐγκώμιον ζεῦξαι μέλος. ἀρχαὶ δὲ βέβληνται θεῶνκείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς. 10 ἔστι δ᾽ ἐν εὐτυχίᾳπανδοξίας ἄκρον: μεγάλων δ᾽ ἀέθλωνΜοῖσα μεμνᾶσθαι φιλεῖ. σπεῖρέ νυν ἀγλαΐαν τινὰ νάσῳ, τὰν Ὀλύμπου δεσπότας[ 20] Ζεὺς ἔδωκεν Φερσεφόνᾳ, κατένευσέν τέ οἱ χαίταις, ἀριστεύοισαν εὐκάρπου χθονὸς15 Σικελίαν πίειραν ὀρθώσειν κορυφαῖς πολίων ἀφνεαῖς. ὤπασε δὲ Κρονίων πολέμου μναστῆρά οἱ χαλκεντέοςλαὸν ἵππαιχμον θαμὰ δὴ καὶ Ὀλυμπιάδων φύλλοις ἐλαιᾶν χρυσέοιςμιχθέντα. πολλῶν ἐπέβαν καιρὸν οὐ ψεύδει βαλών. ἔσταν δ᾽ ἐπ᾽ αὐλείαις θύραις20[ 30] ἀνδρὸς φιλοξείνου καλὰ μελπόμενος, ἔνθα μοι ἁρμόδιονδεῖπνον κεκόσμηται, θαμὰ δ᾽ ἀλλοδαπῶνοὐκ ἀπείρατοι δόμοιἐντί: λέλογχε δὲ μεμφομένοις ἐσλοὺς ὕδωρ καπνῷ φέρειν25 ἀντίον. τέχναι δ᾽ ἑτέρων ἕτεραι: χρὴ δ᾽ ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ. πράσσει γὰρ ἔργῳ μὲν σθένος,[ 40] βουλαῖσι δὲ φρήν, ἐσσόμενον προϊδεῖνσυγγενὲς οἷς ἕπεται. Ἁγησιδάμου παῖ, σέο δ᾽ ἀμφὶ τρόπῳ30 τῶν τε καὶ τῶν χρήσιες. οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν, ἀλλ᾽ ἐόντων εὖ τε παθεῖν καὶ ἀκοῦσαι φίλοις ἐξαρκέων. κοιναὶ γὰρ ἔρχοντ᾽ ἐλπίδες[ 50] πολυπόνων ἀνδρῶν. ἐγὼ δ᾽ Ἡρακλέος ἀντέχομαι προφρόνως, ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις ἀρχαῖον ὀτρύνων λόγον, 35 ὡς, ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐτίκα θαητὰν ἐς αἴγλαν παῖς Διὸςὠδῖνα φεύγων διδύμῳ σὺν κασιγνήτῳ μόλεν, ὡς οὐ λαθὼν χρυσόθρονονἭραν κροκωτὸν σπάργανον ἐγκατέβα: ἀλλὰ θεῶν βασιλέα40[ 60] σπερχθεῖσα θυμῷ πέμπε δράκοντας ἄφαρ. τοὶ μὲν οἰχθεισᾶν πυλᾶνἐς θαλάμου μυχὸν εὐρὺν ἔβαν, τέκνοισιν ὠκείας γνάθουςἀμφελίξασθαι μεμαῶτες: ὁ δ᾽ ὀρθὸν μὲν ἄντεινεν κάρα, πειρᾶτο δὲ πρῶτον μάχας, δισσαῖσι δοιοὺς αὐχένων45 μάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας: ἀγχομένοις δὲ χρόνος[ 70] ψυχὰς ἀπέπνευσεν μελέων ἀφάτων. ἐκ δ᾽ ἄρ᾽ ἄτλατον δέοςπλᾶξε γυναῖκας, ὅσαι τύχον Ἀλκμήνας ἀρήγοισαι λέχει: 50 καὶ γὰρ αὐτά, ποσσὶν ἄπεπλος ὀρούσαισ᾽ ἀπὸ στρωμνᾶς, ὅμως ἄμυνεν ὕβριν κνωδάλων. ταχὺ δὲ Καδμείων ἀγοὶ χαλκέοις ἀθρόοι σὺν ὅπλοις ἔδραμον:[ 80] ἐν χερὶ δ᾽ Ἀμφιτρύων κολεοῦ γυμνὸν τινάσσων φάσγανονἵκετ᾽, ὀξείαις ἀνίαισι τυπείς. τὸ γὰρ οἰκεῖον πιέζει πάνθ᾽ ὁμῶς: εὐθὺς δ᾽ ἀπήμων κραδία κᾶδος ἀμφ᾽ ἀλλότριον. 55 ἔστα δὲ θάμβει δυσφόρῳτερπνῷ τε μιχθείς. εἶδε γὰρ ἐκνόμιονλῆμά τε καὶ δύναμινυἱοῦ παλίγγλωσσον δέ οἱ ἀθάνατοιἀγγέλων ῥῆσιν θέσαν. 60[ 90] γείτονα δ᾽ ἐκκάλεσεν Διὸς ὑψίστου προφάταν ἔξοχον, ὀρθόμαντιν Τειρεσίαν: ὁ δέ οἱ φράζε καὶ παντὶ στρατῷ, ποίαις ὁμιλήσει τύχαις, ὅσσους μὲν ἐν χέρσῳ κτανών, ὅσσους δὲ πόντῳ θῆρας ἀϊδροδίκας: καί τινα σὺν πλαγίῳ65 ἀνδρῶν κόρῳ στείχοντα τὸν ἐχθρότατονφᾶσέ νιν δώσειν μόρῳ.[ 100] καὶ γὰρ ὅταν θεοὶ ἐν πεδίῳ Φλέγρας Γιγάντεσσιν μάχανἀντιάζωσιν, βελέων ὑπὸ ῥιπαῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμανἔνεπεν: αὐτὸν μὰν ἐν εἰράνᾳ καμάτων μεγάλων ἐν σχερῷ70 ἁσυχίαν τὸν ἅπαντα χρόνον ποινὰν λαχόντ᾽ ἐξαίρετονὀλβίοις ἐν δώμασι, δεξάμενον θαλερὰν Ἥβαν ἄκοιτιν καὶ γάμον[ 110] δαίσαντα, πὰρ Δὶ Κρονίδᾳ σεμνὸν αἰνήσειν νόμον.