Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Nemean
PindarNemean 2 · textus-receptusMore by Pindar
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar"> —
⋯
More
Original / primary: Textus receptus
2.1
ΤΙΜΟΔΗΜΩι ΑΧΑΡΝΕΙ ΠΑΓΚΡΑΤΙΑΣΤΗιὅθεν περ καὶ Ὁμηρίδαιῥαπτῶν ἐπέων τὰ πόλλ᾽ ἀοιδοὶἄρχονται, Διὸς ἐκ προοιμίου: καὶ ὅδ᾽ ἀνὴρκαταβολὰν ἱερῶν ἀγώνων νικαφορίας δέδεκται πρῶτον Νεμεαίου5 ἐν πολυυμνήτῳ Διὸς ἄλσει. ὀφείλει δ᾽ ἔτι, πατρίαν[ 10] εἴπερ καθ᾽ ὁδόν νιν εὐθυπομπὸςαἰὼν ταῖς μεγάλαις δέδωκε κόσμον Ἀθάναις, θαμὰ μὲν Ἰσθμιάδων δρέπεσθαι κάλλιστον ἄωτον, ἐν Πυθίοισί τε νικᾶν10 Τιμονόου παῖδ᾽: ἔστι δ᾽ ἐοικὸςὀρειᾶν γε Πελειάδωνμὴ τηλόθεν Ὠαρίωνα νεῖσθαι.[ 20] καὶ μὰν ἁ Σαλαμίς γε θρέψαι φῶτα μαχατὰνδυνατός. ἐν Τρωΐᾳ μὲν Ἕκτωρ Αἴαντος ἄκουσεν: ὦ Τιμόδημε, σὲ δ᾽ ἀλκὰ15 παγκρατίου τλάθυμος ἀέξει. Ἀχάρναι δὲ παλαίφατοιεὐάνορες: ὅσσα δ᾽ ἀμφ᾽ ἀέθλοις, Τιμοδημίδαι ἐξοχώτατοι προλέγονται.[ 30] παρὰ μὲν ὑψιμέδοντι Παρνασῷ τέσσαρας ἐξ ἀέθλων νίκας ἐκόμιξαν: 20 ἀλλὰ Κορινθίων ὑπὸ φωτῶνἐν ἐσλοῦ Πέλοπος πτυχαῖςὀκτὼ στεφάνοις ἔμιχθεν ἤδη: ἑπτὰ δ᾽ ἐν Νεμέᾳ τὰ δ᾽ οἴκοι μάσσον᾽ ἀριθμοῦΔιὸς ἀγῶνι. τόν, ὦ πολῖται, κωμάξατε Τιμοδήμῳ σὺν εὐκλέϊ νόστῳ: 25[ 40] ἁδυμελεῖ δ᾽ ἐξάρχετε φωνᾷ.

Intertext edge

Open linked passage

Note