Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Nemean
PindarNemean 3 · textus-receptusMore by Pindar
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar"> —
⋯
More
Original / primary: Textus receptus
3.1
ΑΡΙΣΤΟΚΛΕΙΔΗι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙΑΣΤΗιὦ πότνια Μοῖσα, μᾶτερ ἁμετέρα, λίσσομαι, τὰν πολυξέναν ἐν ἱερομηνίᾳ Νεμεάδιἵκεο Δωρίδα νᾶσον Αἴγιναν: ὕδατι γὰρμένοντ᾽ ἐπ᾽ Ἀσωπίῳ μελιγαρύων τέκτονες5 κώμων νεανίαι, σέθεν ὄπα μαιόμενοι.[ 10] διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου: ἀεθλονικία δὲ μάλιστ᾽ ἀοιδὰν φιλεῖ, στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν: τᾶς ἀφθονίαν ὄπαζε μήτιος ἀμᾶς ἄπο: 10 ἄρχε δ᾽ οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ, δόκιμον ὕμνον: ἐγὼ δὲ κείνων τέ νιν ὀάροις[ 20] λύρᾳ τε κοινάσομαι. χαρίεντα δ᾽ ἕξει πόνονχώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πρότεροιᾤκησαν, ὧν παλαίφατον ἀγορὰν15 οὐκ ἐλεγχέεσσιν Ἀριστοκλείδας τεὰνἐμίανε κατ᾽ αἶσαν ἐν περισθενεῖ μαλαχθεὶςπαγκρατίου στόλῳ: καματωδέων δὲ πλαγᾶν[ 30] ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει. εἰ δ᾽ ἐὼν καλὸς ἔρδων τ᾽ ἐοικότα μορφᾷ20 ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφάνεος: οὐκέτι πρόσωἀβάταν ἅλα κιόνων ὑπὲρ Ἡρακλέος περᾶν εὐμαρές, ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας[ 40] μάρτυρας κλυτάς: δάμασε δὲ θῆρας ἐν πελάγεσινὑπέροχος, διά τ᾽ ἐξερεύνασε τεναγέων25 ῥοάς, ὅπα πόμπιμον κατέβαινε νόστου τέλος, καὶ γᾶν φράδασσε. θυμέ, τίνα πρὸς ἀλλοδαπὰνἄκραν ἐμὸν πλόον παραμείβεαι; Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν,[ 50] ἕπεται δὲ λόγῳ δίκας ἄωτος,‘ ἐσλὸς αἰνεῖν:’ 30 οὐδ᾽ ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες: οἴκοθεν μάτευε. ποτίφορον δὲ κόσμον ἔλαβεςγλυκύ τι γαρυέμεν. παλαιαῖσι δ᾽ ἐν ἀρεταῖςγέγαθε Πηλεὺς ἄναξ ὑπέραλλον αἰχμὰν ταμών: ὃς καὶ Ἰωλκὸν εἷλε μόνος ἄνευ στρατιᾶς, 35[ 60] καὶ ποντίαν Θέτιν κατέμαρψενἐγκονητί. Λαομέδοντα δ᾽ εὐρυσθενὴςΤελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν ἔπερσεν: καί ποτε χαλκότοξον Ἀμαζόνων μετ᾽ ἀλκὰνἕπετό οἱ: οὐδέ νίν ποτε φόβος ἀνδροδάμας ἔπαυσεν ἀκμὰν φρενῶν. 40[ 70] συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα βρίθει: ὃς δὲ διδάκτ᾽ ἔχει, ψεφηνὸς ἀνὴρ ἄλλοτ᾽ ἄλλα πνέων οὔ ποτ᾽ ἀτρεκεῖκατέβα ποδί, μυριᾶν δ᾽ ἀρετᾶν ἀτελεῖ νόῳ γεύεται. ξανθὸς δ᾽ Ἀχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοιςπαῖς ἐὼν ἄθυρε μεγάλα ἔργα, χερσὶ θαμινὰ45[ 80] βραχυσίδαρον ἄκοντα πάλλων, ἴσα τ᾽ ἀνέμοιςμάχᾳ λεόντεσσιν ἀγροτέροις ἔπρασσεν φόνον, κάπρους τ᾽ ἔναιρε, σώματα δὲ παρὰ ΚρονίδανΚένταυρον ἀσθμαίνοντα κόμιζεν, ἑξέτης τὸ πρῶτον, ὅλον δ᾽ ἔπειτ᾽ ἂν χρόνον: 50 τὸν ἐθάμβεον Ἄρτεμίς τε καὶ θρασεῖ᾽ Ἀθάνα, κτείνοντ᾽ ἐλάφους ἄνευ κυνῶν δολίων θ᾽ ἑρκέων:[ 90] ποσσὶ γὰρ κράτεσκε. λεγόμενον δὲ τοῦτο προτέρωνἔπος ἔχω: βαθυμῆτα Χείρων τράφε λιθίνῳἸάσον᾽ ἔνδον τέγει, καὶ ἔπειτεν Ἀσκλήπιον, 55 τὸν φαρμάκων δίδαξε μαλακόχειρα νόμον: νύμφευσε δ᾽ αὖτις ἀγλαόκαρπονΝηρέος θύγατρα, γόνον τέ οἱ φέρτατον[ 100] ἀτίταλλεν, ἐν ἀρμένοισι πᾶσι θυμὸν αὔξων: ὄφρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθεὶς60 ὑπὸ Τρωΐαν, δορίκτυπον ἀλαλὰν Λυκίων τε προσμένοι καὶ ΦρυγῶνΔαρδάνων τε, καὶ ἐγχεσφόροις ἐπιμίξαιςΑἰθιόπεσσι χεῖρας, ἐν φρασὶ πάξαιθ᾽, ὅπως σφίσι μὴ κοίρανος ὀπίσω[ 110] πάλιν οἴκαδ᾽ ἀνεψιὸς ζαμενὴς Ἑλένοιο Μέμνων μόλοι. τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν αὐτόθεν: 65 Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δ᾽ ἀγών, τὸν ὕμνος ἔβαλενὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων. βοὰ δὲ νικαφόρῳ σὺν Ἀριστοκλείδᾳ πρέπει,[ 120] ὃς τάνδε νᾶσον εὐκλέϊ προσέθηκε λόγῳκαὶ σεμνὸν ἀγλααῖσι μερίμναις70 Πυθίου Θεάριον. ἐν δὲ πείρᾳ τέλοςδιαφαίνεται, ὧν τις ἐξοχώτερος γένηται, ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτονἐν παλαιτέροισι, μέρος ἕκαστον οἷον ἔχομεν[ 130] βρότεον ἔθνος. ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετὰς75 ὁ θνατὸς αἰών, φρονεῖν δ᾽ ἐνέπει τὸ παρκείμενον. τῶν οὐκ ἄπεσσι. χαῖρε, φίλος. ἐγὼ τόδε τοιπέμπω μεμιγμένον μέλι λευκῷσὺν γάλακτι, κιρναμένα δ᾽ ἔερσ᾽ ἀμφέπει, πόμ᾽ ἀοίδιμον Αἰολῇσιν ἐν πνοαῖσιν αὐλῶν, 80[ 140] ὀψέ περ. ἔστι δ᾽ αἰετὸς ὠκὺς ἐν ποτανοῖς, ὃς ἔλαβεν αἶψα, τηλόθε μεταμαιόμενος, δαφοινὸν ἄγραν ποσίν: κραγέται δὲ κολοιοὶ ταπεινὰ νέμονται. τίν γε μέν, εὐθρόνου Κλεοῦς ἐθελοίσας, ἀεθλοφόρου λήματος ἕνεκενΝεμέας Ἐπιδαυρόθεν τ᾽ ἄπο καὶ Μεγάρων δέδορκεν φάος.

Intertext edge

Open linked passage

Note