Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Nemean
PindarNemean 4 · textus-receptusMore by Pindar
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar"> —
⋯
More
Original / primary: Textus receptus
4.1
ΤΙΜΑΣΑΡΧΩι ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗιἄριστος εὐφροσύνα πόνων κεκριμένωνἰατρός: αἱ δὲ σοφαὶΜοισᾶν θύγατρες ἀοιδαὶ θέλξαν νιν ἁπτόμεναι. οὐδὲ θερμὸν ὕδωρ τόσον γε μαλθακὰ τέγγει5 γυῖα, τόσσον εὐλογία φόρμιγγι συνάορος.[ 10] ῥῆμα δ᾽ ἑργμάτων χρονιώτερον βιοτεύει, ὅ τι κε σὺν Χαρίτων τύχᾳγλῶσσα φρενὸς ἐξέλοι βαθείας. τό μοι θέμεν Κρονίδᾳ τε Δὶ καὶ Νεμέᾳ10 Τιμασάρχου τε πάλᾳὕμνου προκώμιον εἴη: δέξαιτο δ᾽ Αἰακιδᾶν[ 20] ἠΰπυργον ἕδος, δίκᾳ ξεναρκέϊ κοινὸνφέγγος. εἰ δ᾽ ἔτι ζαμενεῖ Τιμόκριτος ἁλίῳσὸς πατὴρ ἐθάλπετο, ποικίλον κιθαρίζων15 θαμά κε, τῷδε μέλει κλιθείς, υἱὸν κελάδησε καλλίνικονΚλεωναίου τ᾽ ἀπ᾽ ἀγῶνος ὅρμον στεφάνωνπέμψαντα καὶ λιπαρᾶν[ 30] εὐωνύμων ἀπ᾽ Ἀθανᾶν, Θήβαις τ᾽ ἐν ἑπταπύλοις, 20 οὕνεκ᾽ Ἀμφιτρύωνος ἀγλαὸν παρὰ τύμβονΚαδμεῖοί νιν οὐκ ἀέκοντες ἄνθεσι μίγνυον, Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθὼνξένιον ἄστυ κατέδρακενἩρακλέος ὀλβίαν πρὸς αὐλάν. 25[ 40] σὺν ᾧ ποτε Τρωΐαν κραταιὸς Τελαμὼνπόρθησε καὶ Μέροπαςκαὶ τὸν μέγαν πολεμιστὰν ἔκπαγλον Ἀλκυονῆ, οὐ τετραορίας γε πρὶν δυώδεκα πέτρῳἥρωάς τ᾽ ἐπεμβεβαῶτας ἱπποδάμους ἕλεν30[ 50] δὶς τόσους. ἀπειρομάχας ἐών κε φανείηλόγον ὁ μὴ συνιείς: ἐπεὶ‘ ῥέζοντά τι καὶ παθεῖν ἔοικεν.’ τὰ μακρὰ δ᾽ ἐξενέπειν ἐρύκει με τεθμὸςὧραί τ᾽ ἐπειγόμεναι: 35 ἴϋγγι δ᾽ ἕλκομαι ἦτορ νουμηνίᾳ θιγέμεν. ἔμπα, καίπερ ἔχει βαθεῖα ποντιὰς ἅλμα[ 60] μέσσον, ἀντίτειν᾽ ἐπιβουλίᾳ: σφόδρα δόξομενδαΐων ὑπέρτεροι ἐν φάει καταβαίνειν: φθονερὰ δ᾽ ἄλλος ἀνὴρ βλέπων40 γνώμαν κενεὰν σκότῳ κυλίνδειχαμαὶ πετοῖσαν: ἐμοὶ δ᾽ ὁποίαν ἀρετὰνἔδωκε πότμος ἄναξ,[ 70] εὖ οἶδ᾽ ὅτι χρόνος ἕρπων πεπρωμέναν τελέσει. ἐξύφαινε, γλυκεῖα, καὶ τόδ᾽ αὐτίκα, φόρμιγξ, 45 Λυδίᾳ σὺν ἁρμονίᾳ μέλος πεφιλημένονΟἰνώνᾳ τε καὶ Κύπρῳ, ἔνθα Τεῦκρος ἀπάρχειὁ Τελαμωνιάδας: ἀτὰρΑἴας Σαλαμῖν᾽ ἔχει πατρῴαν:[ 80] ἐν δ᾽ Εὐξείνῳ πελάγει φαεννὰν Ἀχιλεὺς50 νᾶσον: Θέτις δὲ κρατεῖΦθίᾳ: Νεοπτόλεμος δ᾽ Ἀπείρῳ διαπρυσίᾳ, βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινταιΔωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον. Παλίου δὲ πὰρ ποδὶ λατρείαν Ἰαωλκὸν55[ 90] πολεμίᾳ χερὶ προστραπὼνΠηλεὺς παρέδωκεν Αἱμόνεσσινδάμαρτος Ἱππολύτας Ἄκαστος δολίαιςτέχναισι χρησάμενος: τᾷ Δαιδάλου τε μαχαίρᾳ φύτευέ οἱ θάνατον60 ἐκ λόχου, Πελίαο παῖς: ἄλαλκε δὲ Χείρων,[ 100] καὶ τὸ μόρσιμον Διόθεν πεπρωμένον ἔκφερεν: πῦρ δὲ παγκρατὲς θρασυμαχάνων τε λεόντωνὄνυχας ὀξυτάτους ἀκμὰντε δεινοτάτων σχάσαις ὀδόντων65 ἔγαμεν ὑψιθρόνων μίαν Νηρεΐδων, εἶδεν δ᾽ εὔκυκλον ἕδραν, τᾶς οὐρανοῦ βασιλῆες πόντου τ᾽ ἐφεζόμενοι[ 110] δῶρα καὶ κράτος ἐξέφαναν ἐγγενὲς αὐτῷ. Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν: ἀπότρεπε70 αὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός: ἄπορα γὰρ λόγον Αἰακοῦπαίδων τὸν ἅπαντά μοι διελθεῖν. Θεανδρίδαισι δ᾽ ἀεξιγυίων ἀέθλων[ 120] κάρυξ ἑτοῖμος ἔβαν75 Οὐλυμπίᾳ τε καὶ Ἰσθμοῖ Νεμέᾳ τε συνθέμενος, ἔνθα πεῖραν ἔχοντες οἴκαδε κλυτοκάρπωνοὐ νέοντ᾽ ἄνευ στεφάνων, πάτραν ἵν᾽ ἀκούομεν, Τιμάσαρχε, τεὰν ἐπινικίοισιν ἀοιδαῖςπρόπολον ἔμμεναι. εἰ δέ τοι80[ 130] μάτρῳ μ᾽ ἔτι Καλλικλεῖ κελεύειςστάλαν θέμεν Παρίου λίθου λευκοτέραν: ὁ χρυσὸς ἑψόμενοςαὐγὰς ἔδειξεν ἁπάσας, ὕμνος δὲ τῶν ἀγαθῶνἑργμάτων βασιλεῦσιν ἰσοδαίμονα τεύχει85 φῶτα: κεῖνος ἀμφ᾽ Ἀχέροντι ναιετάων ἐμὰν[ 140] γλῶσσαν εὑρέτω κελαδῆτιν, Ὀρσοτριαίναἵν᾽ ἐν ἀγῶνι βαρυκτύπουθάλησε Κορινθίοις σελίνοις: τὸν Εὐφάνης ἐθέλων γεραιὸς προπάτωρ90 σὸς ἄεισέν ποτε, παῖ. ἄλλοισι δ᾽ ἅλικες ἄλλοι: τὰ δ᾽ αὐτὸς ἄν τις ἴδῃ,[ 150] ἔλπεταί τις ἕκαστος ἐξοχώτατα φάσθαι. οἷον αἰνέων κε Μελησίαν ἔριδα στρέφοι, ῥήματα πλέκων, ἀπάλαιστος ἐν λόγῳ ἕλκειν, 95 μαλακὰ μὲν φρονέων ἐσλοῖς, τραχὺς δὲ παλιγκότοις ἔφεδρος.

Intertext edge

Open linked passage

Note