Nemean
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
5.1
ΠΥΘΕΑι ΑΙΓΙΝΗΤΗι ΑΓΕΝΕΙΩι ΠΑΓΚΡΑΤΙΑΣΤΗιοὐκ ἀνδριαντοποιός εἰμ᾽, ὥστ᾽ ἐλινύσοντα ἐργάζεσθαι ἀγάλματ᾽ ἐπ᾽ αὐτᾶς βαθμίδοςἑσταότ᾽: ἀλλ᾽ ἐπὶ πάσας ὁλκάδος ἔν τ᾽ ἀκάτῳ, γλυκεῖ᾽ ἀοιδά, στεῖχ᾽ ἀπ᾽ Αἰγίνας, διαγγέλλοισ᾽, ὅτιΛάμπωνος υἱὸς Πυθέας εὐρυσθενὴς5 νίκη Νεμείοις παγκρατίου στέφανον,[ 10] οὔπω γένυσι φαίνων τέρειναν ματέρ᾽ οἰνάνθας ὀπώραν, ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωας αἰχματὰς φυτευθέντας καὶ ἀπὸ χρυσεᾶν ΝηρηΐδωνΑἰακίδας ἐγέραιρεν ματρόπολίν τε, φίλαν ξένων ἄρουραν: τάν ποτ᾽ εὔανδρόν τε καὶ ναυσικλυτὰν10 θέσσαντο πὰρ βωμὸν πατέρος Ἑλλανίου[ 20] στάντες, πίτναν τ᾽ εἰς αἰθέρα χεῖρας ἁμᾷἘνδαΐδος ἀριγνῶτες υἱοὶ καὶ βία Φώκου κρέοντος, ὁ τᾶς θεοῦ, ὃν Ψαμάθεια τίκτ᾽ ἐπὶ ῥηγμῖνι πόντου. αἰδέομαι μέγα εἰπεῖν ἐν δίκᾳ τε μὴ κεκινδυνευμένον, 15 πῶς δὴ λίπον εὐκλέα νᾶσον, καὶ τίς ἄνδρας ἀλκίμους[ 30] δαίμων ἀπ᾽ Οἰνώνας ἔλασεν. στάσομαι: οὔ τοι ἅπασα κερδίωνφαίνοισα πρόσωπον ἀλάθει᾽ ἀτρεκής: καὶ τὸ σιγᾶν πολλάκις ἐστὶ σοφώτατον ἀνθρώπῳ νοῆσαι. εἰ δ᾽ ὄλβον ἢ χειρῶν βίαν ἢ σιδαρίταν ἐπαινῆσαι πόλεμον δεδόκηται, μακρά μοι20 αὐτόθεν ἅλμαθ᾽ ὑποσκάπτοι τις: ἔχω γονάτων ἐλαφρὸν ὁρμάν:[ 40] καὶ πέραν πόντοιο πάλλοντ᾽ αἰετοί. πρόφρων δὲ καὶ κείνοις ἄειδ᾽ ἐν ΠαλίῳΜοισᾶν ὁ κάλλιστος χορός, ἐν δὲ μέσαιςφόρμιγγ᾽ Ἀπόλλων ἑπτάγλωσσον χρυσέῳ πλάκτρῳ διώκων25 ἁγεῖτο παντοίων νόμων: αἱ δὲ πρώτιστον μὲν ὕμνησαν Διὸς ἀρχόμεναι σεμνὰν ΘέτινΠηλέα θ᾽, ὥς τέ νιν ἁβρὰ Κρηθεῒς Ἱππολύτα δόλῳ πεδᾶσαι[ 50] ἤθελε ξυνᾶνα Μαγνήτων σκοπὸνπείσαισ᾽ ἀκοίταν ποικίλοις βουλεύμασιν, ψεύσταν δὲ ποιητὸν συνέπαξε λόγον, 30 ὡς ἆρα νυμφείας ἐπείρα κεῖνος ἐν λέκτροις Ἀκάστουεὐνᾶς. τὸ δ᾽ ἐναντίον ἔσκεν: πολλὰ γάρ νιν παντὶ θυμῷπαρφαμένα λιτάνευεν: τοῦ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι:[ 60] εὐθὺς δ᾽ ἀπανάνατο νύμφαν, ξεινίου πατρὸς χόλονδείσαις: ὁ δ᾽ ἐφράσθη κατένευσέν τέ οἱ ὀρσινεφὴς ἐξ οὐρανοῦ35 Ζεὺς ἀθανάτων βασιλεύς, ὥστ᾽ ἐν τάχειποντίαν χρυσαλακάτων τινὰ Νηρεΐδων πράξειν ἄκοιτιν, γαμβρὸν Ποσειδάωνα πείσαις, ὃς Αἰγᾶθεν ποτὶ κλειτὰν θαμὰ νίσσεται Ἰσθμὸν Δωρίαν:[ 70] ἔνθα μιν εὔφρονες ἶλαι σὺν καλάμοιο βοᾷ θεὸν δέκονται, καὶ σθένει γυίων ἐρίζοντι θρασεῖ. 40 πότμος δὲ κρίνει συγγενὴς ἔργων περὶπάντων. τὺ δ᾽ Αἰγίναθε δίς, Εὐθύμενες, Νίκας ἐν ἀγκώνεσσι πίτνων ποικίλων ἔψαυσας ὕμνων.[ 80] ἤτοι μεταΐξαντα καὶ νῦν τεὸς μάτρως ἀγάλλει κείνου ὁμόσπορον ἔθνος, Πυθέα. ἁ Νεμέα μὲν ἄραρεν μείς τ᾽ ἐπιχώριος, ὃν φίλησ᾽ Ἀπόλλων: 45 ἅλικας δ᾽ ἐλθόντας οἴκοι τ᾽ ἐκράτειςΝίσου τ᾽ ἐν εὐαγκεῖ λόφῳ. χαίρω δ᾽, ὅτιἐσλοῖσι μάρναται πέρι πᾶσα πόλις. ἴσθι, γλυκεῖάν τοι Μενάνδρου σὺν τύχᾳ μόχθων ἀμοιβὰν[ 90] ἐπαύρεο: χρὴ δ᾽ ἀπ᾽ Ἀθανᾶν τέκτον᾽ ἀθληταῖσιν ἔμμεν. 50 εἰ δὲ Θεμίστιον ἵκεις, ὥστ᾽ ἀείδειν, μηκέτι ῥίγει: δίδοιφωνάν, ἀνὰ δ᾽ ἱστία τεῖνον πρὸς ζυγὸν καρχασίου, πύκταν τέ νιν καὶ παγκρατίῳ φθέγξαι ἑλεῖν Ἐπιδαύρῳ διπλόαννικῶντ᾽ ἀρετάν, προθύροισιν δ᾽ Αἰακοῦἀνθέων ποιάεντα φέρε στεφανώματα σὺν ξανθαῖς Χάρισσιν.