Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Nemean
PindarNemean 6 · textus-receptusMore by Pindar
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar"> —
⋯
More
Original / primary: Textus receptus
6.1
ΑΛΚΙΜΙΔΗι ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗιἓν ἀνδρῶν, ἓν θεῶν γένος: ἐκ μιᾶς δὲ πνέομενματρὸς ἀμφότεροι: διείργει δὲ πᾶσα κεκριμέναδύναμις, ὡς τὸ μὲν οὐδέν, ὁ δὲ χάλκεος ἀσφαλὲς αἰὲν ἕδοςμένει οὐρανός. ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαν5 νόον ἤτοι φύσιν ἀθανάτοις,[ 10] καίπερ ἐφαμερίαν οὐκ εἰδότες οὐδὲ μετὰ νύκτας ἄμμε πότμοςοἵαν τιν᾽ ἔγραψε δραμεῖν ποτὶ στάθμαν. τεκμαίρει καί νυν Ἀλκιμίδας τὸ συγγενὲς ἰδεῖνἄγχι καρποφόροις ἀρούραισιν, αἵτ᾽ ἀμειβόμεναι10 τόκα μὲν ὦν βίον ἀνδράσιν ἐπηετανὸν πεδίων ἔδοσαν,[ 20] τόκα δ᾽ αὖτ᾽ ἀναπαυσάμεναι σθένος ἔμαρψαν. ἦλθέ τοιΝεμέας ἐξ ἐρατῶν ἀέθλωνπαῖς ἐναγώνιος, ὃς ταύταν μεθέπων Διόθεν αἶσαν νῦν πέφανταιοὐκ ἄμμορος ἀμφὶ πάλᾳ κυναγέτας, 15 ἴχνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμωνπατροπάτορος ὁμαιμίου.[ 30] κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν Αἰακίδαιςἔρνεα πρῶτος ἔνεικεν ἀπ᾽ Ἀλφεοῦ, καὶ πεντάκις Ἰσθμοῖ στεφανωσάμενος, 20 νεμέᾳ δὲ τρίς, ἔπαυσε λάθανΣωκλείδα, ὃς ὑπέρτατοςἉγησιμάχῳ υἱέων γένετο. ἐπεί οἱ τρεῖς ἀεθλοφόροι πρὸς ἄκρον ἀρετᾶς25[ 40] ἦλθον, οἵτε πόνων ἐγεύσαντο. σὺν θεοῦ δὲ τύχᾳἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία πλεόνωνταμίαν στεφάνων μυχῷ Ἑλλάδος ἁπάσας. ἔλπομαιμέγα εἰπὼν σκοποῦ ἄντα τυχεῖνὥτ᾽ ἀπὸ τόξου ἱείς: εὔθυν᾽ ἐπὶ τοῦτον, ἄγε, Μοῖσα, οὖρον ἐπέων30[ 50] εὐκλέα. παροιχομένων γὰρ ἀνέρωνἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργ᾽ ἐκόμισαν, Βασσίδαισιν ἅ τ᾽ οὐ σπανίζει: παλαίφατος γενεά, ἴδια ναυστολέοντες ἐπικώμια, Πιερίδων ἀρόταιςδυνατοὶ παρέχειν πολὺν ὕμνον ἀγερώχων ἑργμάτων35 ἕνεκεν. καὶ γὰρ ἐν ἀγαθέᾳ[ 60] χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν ἀπὸ ταύτας αἷμα πάτραςχρυσαλακάτου ποτὲ Καλλίας ἁδὼνἔρνεσι Λατοῦς, παρὰ Κασταλίᾳ τε Χαρίτωνἑσπέριος ὁμάδῳ φλέγεν: 40 πόντου τε γέφυρ᾽ ἀκάμαντος ἐν ἀμφικτιόνωνταυροφόνῳ τριετηρίδι Κρεοντίδαν[ 70] τίμασε Ποσειδάνιον ἂν τέμενος: βοτάνα τέ νινπόθ᾽ ἁ λέοντος45 νικάσαντ᾽ ἤρεφε δασκίοιςΦλιοῦντος ὑπ᾽ ὠγυγίοις ὄρεσιν. πλατεῖαι πάντοθεν λογίοισιν ἐντὶ πρόσοδοινᾶσον εὐκλέα τάνδε κοσμεῖν: ἐπεί σφιν Αἰακίδαι[ 80] ἔπορον ἔξοχον αἶσαν ἀρετὰς ἀποδεικνύμενοι μεγάλας: 50 πέταται δ᾽ ἐπί τε χθόνα καὶ διὰ θαλάσσας τηλόθενὄνυμ᾽ αὐτῶν: καὶ ἐς ΑἰθίοπαςΜέμνονος οὐκ ἀπονοστήσαντος ἐπᾶλτο: βαρὺ δέ σφιν νεῖκος Ἀχιλεὺςἔμπεσε χαμαὶ καταβὰς ἀφ᾽ ἁρμάτων, φαεννᾶς υἱὸν εὖτ᾽ ἐνάριξεν Ἀόος ἀκμᾷ55[ 90] ἔγχεος ζακότοιο. καὶ ταύταν μὲν παλαιότεροιὁδὸν ἀμαξιτὸν εὗρον: ἕπομαι δὲ καὶ αὐτὸς ἔχων μελέταν: τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενον αἰεὶ κυμάτωνλέγεται παντὶ μάλιστα δονεῖνθυμόν. ἑκόντι δ᾽ ἐγὼ νώτῳ μεθέπων δίδυμον ἄχθος ἄγγελος ἔβαν, 60[ 100] πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύωνεὖχος ἀγώνων ἄπο, τοὺς ἐνέποισιν ἱερούς, Ἀλκιμίδα, τέ γ᾽ ἐπαρκέσαικλειτᾷ γενεᾷ: δύο μὲν Κρονίου πὰρ τεμένει, παῖ, σέ τ᾽ ἐνόσφισε καὶ Πουλυτιμίδαν65 κλᾶρος προπετὴς ἄνθε᾽ Ὀλυμπιάδος. δελφῖνί κεντάχος δι᾽ ἅλμας[ 110] ἴσον εἴποιμι Μελησίαν, χειρῶν τε καὶ ἰσχύος ἁνίοχον.

Intertext edge

Open linked passage

Note