Nemean
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
7.1
ΣΩΓΕΝΕΙ ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΕΝΤΑΘΛΩιἘλείθυια, πάρεδρε Μοιρᾶν βαθυφρόνων, παῖ μεγαλοσθενέος, ἄκουσον, Ἥρας, γενέτειρα τέκνων: ἄνευ σέθενοὐ φάος, οὐ μέλαιναν δρακέντες εὐφρόναντεὰν ἀδελφεὰν ἐλάχομεν ἀγλαόγυιον Ἥβαν. 5 ἀναπνέομεν δ᾽ οὐχ ἅπαντες ἐπὶ ἴσα: εἴργει δὲ πότμῳ ζυγένθ᾽ ἕτερον ἕτερα. σὺν δὲ τὶν[ 10] καὶ παῖς ὁ Θεαρίωνος ἀρετᾷ κριθεὶςεὔδοξος ἀείδεται Σωγένης μετὰ πενταέθλοις. πόλιν γὰρ φιλόμολπον οἰκεῖ δορικτύπων10 Αἰακιδᾶν: μάλα δ᾽ ἐθέλοντι σύμπειρον ἀγωνίᾳ θυμὸν ἀμφέπειν. εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρον᾽ αἰτίανῥοαῖσι Μοισᾶν ἐνέβαλε: ταὶ μεγάλαι γὰρ ἀλκαὶσκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι:[ 20] ἔργοις δὲ καλοῖς ἔσοπτρον ἴσαμεν ἑνὶ σὺν τρόπῳ, 15 εἰ Μναμοσύνας ἕκατι λιπαράμπυκοςεὕρηται ἄποινα μόχθων κλυταῖς ἐπέων ἀοιδαῖς. σοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμονἔμαθον, οὐδ᾽ ὑπὸ κέρδει βλάβεν: ἀφνεὸς πενιχρός τε θανάτου πέρας20 ἅμα νέονται. ἐγὼ δὲ πλέον᾽ ἔλπομαι[ 30] λόγον Ὀδυσσέος ἢ πάθαν διὰ τὸν ἁδυεπῆ γενέσθ᾽ Ὅμηρον: ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ τε μαχανᾷσεμνὸν ἔπεστί τι: σοφία δὲ κλέπτει παράγοισα μύθοις: τυφλὸν δ᾽ ἔχειἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος. εἰ γὰρ ἦν25 ἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθεὶςὁ καρτερὸς Αἴας ἔπαξε διὰ φρενῶν[ 40] λευρὸν ξίφος: ὃν κράτιστον Ἀχιλέος ἄτερ μάχᾳξανθῷ Μενέλᾳ δάμαρτα κομίσαι θοαῖςἐν ναυσὶ πόρευσαν εὐθυπνόου Ζεφύροιο πομπαὶ30 πρὸς Ἴλου πόλιν. ἀλλὰ κοινὸν γὰρ ἔρχεταικῦμ᾽ Ἀΐδα, πέσε δ᾽ ἀδόκητον ἐν καὶ δοκέοντα: τιμὰ δὲ γίνεταιὧν θεὸς ἁβρὸν αὔξει λόγον τεθνακότωνβοαθόων, τοὶ παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπου[ 50] μόλον χθονός: ἐν Πυθίοισι δὲ δαπέδοις35 κεῖται, Πριάμου πόλιν Νεοπτόλεμος ἐπεὶ πράθεν, τᾷ καὶ Δαναοὶ πόνησαν: ὁ δ᾽ ἀποπλέωνΣκύρου μὲν ἅμαρτε, πλαγχθέντες δ᾽ εἰς Ἐφύραν ἵκοντο: Μολοσσίᾳ δ᾽ ἐμβασίλευεν ὀλίγονχρόνον: ἀτὰρ γένος αἰεὶ φέρεν40 τοῦτό οἱ γέρας. ᾤχετο δὲ πρὸς θεόν,[ 60] κτέαν᾽ ἄγων Τρωΐαθεν ἀκροθινίων: ἵνα κρεῶν νιν ὑπὲρ μάχας ἔλασεν ἀντιτυχόντ᾽ ἀνὴρ μαχαίρᾳ. βάρυνθεν δὲ περισσὰ Δελφοὶ ξεναγέται. ἀλλὰ τὸ μόρσιμον ἀπέδωκεν: ἐχρῆν δέ τιν᾽ ἔνδον ἄλσει παλαιτάτῳ45 Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναιθεοῦ παρ᾽ εὐτειχέα δόμον, ἡρωΐαις δὲ πομπαῖςθεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις.[ 70] εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει: οὐ ψεῦδις ὁ μάρτυς ἔργμασιν ἐπιστατεῖ, 50 Αἴγινα, τεῶν Διός τ᾽ ἐκγόνων. θρασύ μοι τόδ᾽ εἰπεῖνφαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγωνοἴκοθεν: ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ: κόρον δ᾽ ἔχεικαὶ μέλι καὶ τὰ τέρπν᾽ ἄνθε᾽ Ἀφροδίσια.[ 80] φυᾷ δ᾽ ἕκαστος διαφέρομεν βιοτὰν λαχόντες, 55 ὁ μὲν τά, τὰ δ᾽ ἄλλοι: τυχεῖν δ᾽ ἕν᾽ ἀδύνατονεὐδαιμονίαν ἅπασαν ἀνελόμενον: οὐκ ἔχωεἰπεῖν, τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδονὤρεξε. Θεαρίων, τὶν δ᾽ ἐοικότα καιρὸν ὄλβουδίδωσι, τόλμαν τε καλῶν ἀρομένῳ60 σύνεσιν οὐκ ἀποβλάπτει φρενῶν.[ 90] ξεῖνός εἰμι: σκοτεινὸν ἀπέχων ψόγον, ὕδατος ὥτε ῥοὰς φίλον ἐς ἄνδρ᾽ ἄγωνκλέος ἐτήτυμον αἰνέσω: ποτίφορος δ᾽ ἀγαθοῖσι μισθὸς οὗτος. ἐὼν δ᾽ ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μ᾽ ἀνὴρ65 Ἰονίας ὑπὲρ ἁλὸς οἰκέων: προξενίᾳ πέποιθ᾽: ἔν τε δαμόταιςὄμματι δέρκομαι λαμπρόν, οὐχ ὑπερβαλών, βίαια πάντ᾽ ἐκ ποδὸς ἐρύσαις, ὁ δὲ λοιπὸς εὔφρων[ 100] ποτὶ χρόνος ἕρποι. μαθὼν δέ τις ἀνερεῖ, εἰ πὰρ μέλος ἔρχομαι ψάγιον ὄαρον ἐννέπων. 70 Εὐξενίδα πάτραθε Σώγενες, ἀπομνύωμὴ τέρμα προβὰς ἄκονθ᾽ ὥτε χαλκοπάρᾳον ὄρσαιθοὰν γλῶσσαν, ὃς ἐξέπεμψεν παλαισμάτωναὐχένα καὶ σθένος ἀδίαντον, αἴθωνι πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν. εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται. 75[ 110] ἔα με: νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθεὶςἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν. εἴρειν στεφάνους ἐλαφρόν: ἀναβάλεο: Μοῖσά τοικολλᾷ χρυσὸν ἔν τε λευκὸν ἐλέφανθ᾽ ἁμᾷκαὶ λείριον ἄνθεμον ποντίας ὑφελοῖσ᾽ ἐέρσας. 80 Διὸς δὲ μεμναμένος ἀμφὶ Νεμέᾳπολύφατον θρόον ὕμνων δόνει[ 120] ἡσυχᾷ. βασιλῆα δὲ θεῶν πρέπειδάπεδον ἂν τόδε γαρυέμεν ἁμέρᾳὀπί: λέγοντι γὰρ Αἰακόν νιν ὑπὸ ματροδόκοις γοναῖς φυτεῦσαι, 85 ἐμᾷ μὲν πολίαρχον εὐωνύμῳ πάτρᾳ, Ἡράκλεες, σέο δὲ προπράον᾽ ἔμεν ξεῖνον ἀδελφεόν τ᾽. εἰ δὲ γεύεταιἀνδρὸς ἀνήρ τι, φαῖμέν κε γείτον᾽ ἔμμεναι[ 130] νόῳ φιλήσαντ᾽ ἀτενέϊ γείτονι χάρμα πάντωνἐπάξιον: εἰ δ᾽ αὐτὸ καὶ θεὸς ἀνέχοι, 90 ἐν τίν κ᾽ ἐθέλοι, Γίγαντας ὃς ἐδάμασας, εὐτυχῶςναίειν πατρὶ Σωγένης ἀταλὸν ἀμφέπωνθυμὸν προγόνων ἐϋκτήμονα ζαθέαν ἀγυιάν: ἐπεὶ τετραόροισιν ὥθ᾽ ἁρμάτων ζυγοῖςἐν τεμένεσσι δόμον ἔχει τεοῖς, ἀμφοτέρας ἰὼν χειρός. ὦ μάκαρ, 95[ 140] τὶν δ᾽ ἐπέοικεν Ἥρας πόσιν τε πειθέμενκόραν τε Γλαυκώπιδα: δύνασαι δὲ βροτοῖσιν ἀλκὰνἀμαχανιᾶν δυσβάτων θαμὰ διδόμεν. εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαιςἥβᾳ λιπαρῷ τε γήραϊ διαπλέκοις100 εὐδαίμον᾽ ἐόντα, παίδων δὲ παῖδες ἔχοιεν αἰεὶ[ 150] γέρας τό περ νῦν καὶ ἄρειον ὄπιθεν. τὸ δ᾽ ἐμὸν οὔ ποτε φάσει κέαρἀτρόποισι Νεοπτόλεμον ἑλκύσαιἔπεσι: ταὐτὰ δὲ τρὶς τετράκι τ᾽ ἀμπολεῖν105 ἀπορία τελέθει, τέκνοισιν ἅτε μαψυλάκας,‘ Διὸς Κόρινθος.’