Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Nemean
PindarNemean 8 · textus-receptusMore by Pindar
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar"> —
⋯
More
Original / primary: Textus receptus
8.1
ΔΕΙΝΙΑι ΑΙΓΙΝΗΤΗι ΔΙΑΥΛΟΔΡΟΜΩιὥρα πότνια, κάρυξ Ἀφροδίτας ἀμβροσιᾶν φιλοτάτων, ἅτε παρθενηΐοις παίδων τ᾽ ἐφίζοισα γλεφάροις, τὸν μὲν ἁμέροις ἀνάγκας χερσὶ βαστάζεις, ἕτερον δ᾽ ἑτέραις. ἀγαπατὰ δὲ καιροῦ μὴ πλαναθέντα πρὸς ἔργον ἕκαστον5 τῶν ἀρειόνων ἐρώτων ἐπικρατεῖν δύνασθαι.[ 10] οἷοι καὶ Διὸς Αἰγίνας τε λέκτρον ποιμένες ἀμφεπόλησανΚυπρίας δώρων: ἔβλαστεν δ᾽ υἱὸς Οἰνώνας βασιλεὺςχειρὶ καὶ βουλαῖς ἄριστος. πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖν. ἀβοατὶ γὰρ ἡρώων ἄωτοι περιναιεταόντων10 ἤθελον κείνου γε πείθεσθ᾽ ἀναξίαις ἑκόντες,[ 20] οἵ τε κρανααῖς ἐν Ἀθάναισιν ἅρμοζον στρατόν, οἵ τ᾽ ἀνὰ Σπάρταν Πελοπηϊάδαι. ἱκέτας Αἰακοῦ σεμνῶν γονάτων πόλιός θ᾽ ὑπὲρ φίλαςἀστῶν θ᾽ ὑπὲρ τῶνδ᾽ ἅπτομαι φέρων15 Λυδίαν μίτραν καναχηδὰ πεποικιλμέναν, Δείνιος δισσῶν σταδίων καὶ πατρὸς Μέγα Νεμεαῖον ἄγαλμα. σὺν θεῷ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος:[ 30] ὅσπερ καὶ Κινύραν ἔβρισε πλούτῳ ποντίᾳ ἔν ποτε Κύπρῳ. ἵσταμαι δὴ ποσσὶ κούφοις, ἀμπνέων τε πρίν τι φάμεν. 20 πολλὰ γὰρ πολλᾷ λέλεκται: νεαρὰ δ᾽ ἐξευρόντα δόμεν βασάνῳἐς ἔλεγχον, ἅπας κίνδυνος: ὄψον δὲ λόγοι φθονεροῖσιν: ἅπτεται δ᾽ ἐσλῶν ἀεί, χειρόνεσσι δ᾽ οὐκ ἐρίζει.[ 40] κεῖνος καὶ Τελαμῶνος δάψεν υἱὸν φασγάνῳ ἀμφικυλίσαις. ἦ τιν᾽ ἄγλωσσον μέν, ἦτορ δ᾽ ἄλκιμον, λάθα κατέχει25 ἐν λυγρῷ νείκει: μέγιστον δ᾽ αἰόλῳ ψεύδει γέρας ἀντέταται. κρυφίαισι γὰρ ἐν ψάφοις Ὀδυσσῆ Δαναοὶ θεράπευσαν: χρυσέων δ᾽ Αἴας στερηθεὶς ὅπλων φόνῳ πάλαισεν. ἦ μὰν ἀνόμοιά γε δᾴοισιν ἐν θερμῷ χροῒ[ 50] ἕλκεα ῥῆξαν πελεμιζόμενοι30 ὑπ᾽ ἀλεξιμβρότῳ λόγχᾳ, τὰ μὲν ἀμφ᾽ Ἀχιλεῖ νεοκτόνῳ, ἄλλων τε μόχθων ἐν πολυφθόροιςἁμέραις. ἐχθρὰ δ᾽ ἄρα πάρφασις ἦν καὶ πάλαι, αἱμύλων μύθων ὁμόφοιτος, δολοφραδής, κακοποιὸν ὄνειδος: ἃ τὸ μὲν λαμπρὸν βιᾶται, τῶν δ᾽ ἀφάντων κῦδος ἀντείνει σαθρόν. 35[ 60] εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ, ἀλλὰ κελεύθοιςἁπλόαις ζωᾶς ἐφαπτοίμαν, θανὼν ὡς παισὶ κλέοςμὴ τὸ δύσφαμον προσάψω. χρυσὸν εὔχονται, πεδίον δ᾽ ἕτεροιἀπέραντον: ἐγὼ δ᾽ ἀστοῖς ἁδὼν καὶ χθονὶ γυῖα καλύψαιμ᾽, αἰνέων αἰνητά, μομφὰν δ᾽ ἐπισπείρων ἀλιτροῖς. 40 αὔξεται δ᾽ ἀρετά, χλωραῖς ἐέρσαις ὡς ὅτε δένδρεον ᾁσσει,[ 70] ἐν σοφοῖς ἀνδρῶν ἀερθεῖσ᾽ ἐν δικαίοις τε πρὸς ὑγρὸναἰθέρα. χρεῖαι δὲ παντοῖαι φίλων ἀνδρῶν: τὰ μὲν ἀμφὶ πόνοιςὑπερώτατα: μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασι θέσθαιπιστόν. ὦ Μέγα, τὸ δ᾽ αὖτις τεὰν ψυχὰν κομίξαι45 οὔ μοι δυνατόν: κενεᾶν δ᾽ ἐλπίδων χαῦνον τέλος: σεῦ δὲ πάτρᾳ Χαριάδαις τ᾽ Ε᾿ λαφρὸν[ 80] ὑπερεῖσαι λίθον Μοισαῖον ἕκατι ποδῶν εὐωνύμωνδὶς δὴ δυοῖν. χαίρω δὲ πρόσφορονἐν μὲν ἔργῳ κόμπον ἱείς, ἐπαοιδαῖς δ᾽ ἀνὴρ50 νώδυνον καί τις κάματον θῆκεν. ἦν γε μὰν ἐπικώμιος ὕμνοςδὴ πάλαι καὶ πρὶν γενέσθαι τὰν Ἀδράστου τάν τε Καδμείων ἔριν.

Intertext edge

Open linked passage

Note