Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Nemean
PindarNemean 9 · textus-receptusMore by Pindar
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar"> —
⋯
More
Original / primary: Textus receptus
9.1
ΧΡΟΜΙΩι ΑΙΤΝΑΙΩι ΑΡΜΑΤΙκωμάσομεν παρ᾽ Ἀπόλλωνος Σικυώνοθε, Μοῖσαι, τὰν νεοκτίσταν ἐς Αἴτναν, ἔνθ᾽ ἀναπεπταμέναι ξείνων νενίκανται θύραι, ὄλβιον ἐς Χρομίου δῶμ᾽. ἀλλ᾽ ἐπέων γλυκὺν ὕμνον πράσσετε.[ 10] τὸ κρατήσιππον γὰρ ἐς ἃρμ᾽ ἀναβαίνων ματέρι καὶ διδύμοις παίδεσσιν αὐδὰν μανύει5 Πυθῶνος αἰπεινᾶς ὁμοκλάροις ἐπόπταις. ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλὸνμὴ χαμαὶ σιγᾷ καλύψαι: θεσπεσία δ᾽ ἐπέων καύχαις ἀοιδὰ πρόσφορος. ἀλλ᾽ ἀνὰ μὲν βρομίαν φόρμιγγ᾽, ἀνὰ δ᾽ αὐλὸν ἐπ᾽ αὐτὰν ὄρσομεν[ 20] ἱππίων ἄθλων κορυφάν, ἅτε Φοίβῳ θῆκεν Ἄδραστος ἐπ᾽ Ἀσωποῦ ῥεέθροις: ὧν ἐγὼ10 μνασθεὶς ἐπασκήσω κλυταῖς ἥρωα τιμαῖς, ὃς τότε μὲν βασιλεύων κεῖθι νέαισί θ᾽ ἑορταῖςἰσχύος τ᾽ ἀνδρῶν ἁμίλλαις ἅρμασί τε γλαφυροῖς ἄμφαινε κυδαίνων πόλιν.[ 30] φεῦγε γὰρ Ἀμφιαρῆ ποτε θρασυμήδεα καὶ δεινὰν στάσινπατρῴων οἴκων ἀπό τ᾽ Ἄργεος: ἀρχοὶ δ᾽ οὐκ ἔτ᾽ ἔσαν Ταλαοῦ παῖδες, βιασθέντες λύᾳ. 15 κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν ἀνήρ. ἀνδροδάμαντ᾽ Ἐριφύλαν, ὅρκιον ὡς ὅτε πιστόν,[ 40] δόντες Οἰκλείδᾳ γυναῖκα, ξανθοκομᾶν Δαναῶν ἔσσαν μέγιστοι καί ποτεἐσλὸν ἐς ἑπταπύλους Θήβας ἄγαγον στρατὸν ἀνδρῶν αἰσιᾶνοὐ κατ᾽ ὀρνίχων ὁδόν: οὐδὲ Κρονίων ἀστεροπὰν ἐλελίξαις οἴκοθεν μαργουμένους20 στείχειν ἐπώτρυν᾽, ἀλλὰ φείσασθαι κελεύθου.[ 50] φαινομέναν δ᾽ ἄρ᾽ ἐς ἄταν σπεῦδεν ὅμιλος ἱκέσθαιχαλκέοις ὅπλοισιν ἱππείοις τε σὺν ἔντεσιν: Ἰσμηνοῦ δ᾽ ἐπ᾽ ὄχθαισι γλυκὺννόστον ἐρεισάμενοι λευκανθέα σώματ᾽ ἐπίαναν καπνόν: ἑπτὰ γὰρ δαίσαντο πυραὶ νεογυίους φῶτας: ὁ δ᾽ Ἀμφιαρῇ σχίσσεν κεραυνῷ παμβίᾳ25[ 60] Ζεὺς τὰν βαθύστερνον χθόνα, κρύψεν δ᾽ ἅμ᾽ ἵπποις, δουρὶ Περικλυμένου πρὶν νῶτα τυπέντα μαχατὰνθυμὸν αἰσχυνθῆμεν. ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν. εἰ δυνατόν, Κρονίων, πεῖραν μὲν ἀγάνορα Φοινικοστόλων[ 70] ἐγχέων ταύταν θανάτου πέρι καὶ ζωᾶς ἀναβάλλομαι ὡς πόρσιστα, μοῖραν δ᾽ εὔνομον30 αἰτέω σε παισὶν δαρὸν Αἰτναίων ὀπάζειν, Ζεῦ πάτερ, ἀγλαΐαισιν δ᾽ ἀστυνόμοις ἐπιμῖξαιλαόν. ἐντί τοι φίλιπποί τ᾽ αὐτόθι καὶ κτεάνων ψυχὰς ἔχοντες κρέσσοναςἄνδρες. ἄπιστον ἔειπ᾽: αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται,[ 80] ἃ φέρει δόξαν. Χρομίῳ κεν ὑπασπίζων παρὰ πεζοβόαις ἵπποις τε ναῶν τ᾽ ἐν μάχαις35 ἔκρινας ἂν κίνδυνον ὀξείας ἀϋτᾶς, οὕνεκεν ἐν πολέμῳ κείνα θεὸς ἔντυεν αὐτοῦθυμὸν αἰχματὰν ἀμύνειν λοιγὸν Ἐνυαλίου. παῦροι δὲ βουλεῦσαι φόνου[ 90] παρποδίου νεφέλαν τρέψαι ποτὶ δυσμενέων ἀνδρῶν στίχαςχερσὶ καὶ ψυχᾷ δυνατοί: λέγεται μὰν Ἕκτορι μὲν κλέος ἀνθῆσαι Σκαμάνδρου χεύμασιν40 ἀγχοῦ, βαθυκρήμνοισι δ᾽ ἀμφ᾽ ἀκταῖς Ἑλώρου, ἔνθα Ῥέας πόρον ἄνθρωποι καλέοισι, δέδορκεν[ 100] παιδὶ τοῦθ᾽ Ἁγησιδάμου φέγγος ἐν ἁλικίᾳ πρώτᾳ: τὰ δ᾽ ἄλλαις ἁμέραιςπολλὰ μὲν ἐν κονίᾳ χέρσῳ, τὰ δὲ γείτονι πόντῳ φάσομαι. ἐκ πόνων δ᾽, οἳ σὺν νεότατι γένωνται σύν τε δίκᾳ, τελέθει πρὸς γῆρας αἰὼν ἁμέρα. 45 ἴστω λαχὼν πρὸς δαιμόνων θαυμαστὸν ὄλβον.[ 110] εἰ γὰρ ἅμα κτεάνοις πολλοῖς ἐπίδοξον ἄρηταικῦδος, οὐκ ἔστι πρόσωθεν θνατὸν ἔτι σκοπιᾶς ἄλλας ἐφάψασθαι ποδοῖν. ἡσυχία δὲ φιλεῖ μὲν συμπόσιον: νεοθαλὴς δ᾽ αὔξεταιμαλθακᾷ νικαφορία σὺν ἀοιδᾷ: θαρσαλέα δὲ παρὰ κρητῆρα φωνὰ γίνεται. 50[ 120] ἐγκιρνάτω τίς νιν, γλυκὺν κώμου προφάταν, ἀργυρέαισι δὲ νωμάτω φιάλαισι βιατὰνἀμπέλου παῖδ᾽, ἅς ποθ᾽ ἵπποι κτησάμεναι Χρομίῳ πέμψαν θεμιπλέκτοις ἁμᾷΛατοΐδα στεφάνοις ἐκ τᾶς ἱερᾶς Σικυῶνος. Ζεῦ πάτερ,[ 130] εὔχομαι ταύταν ἀρετὰν κελαδῆσαι σὺν Χαρίτεσσιν, ὑπὲρ πολλῶν τε τιμαλφεῖν λόγοις55 νίκαν, ἀκοντίζων σκοποῖ᾽ ἄγχιστα Μοισᾶν.

Intertext edge

Open linked passage

Note