Olymp
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
12.1
ΕΡΓΟΤΕΛΕΙ ΙΜΕΡΑΙΩι ΔΟΛΙΧΟΔΡΟΜΩιλίσσομαι, παῖ Ζηνὸς Ἐλευθερίου, Ἱμέραν εὐρυσθενέ᾽ ἀμφιπόλει, σώτειρα Τύχα. τὶν γὰρ ἐν πόντῳ κυβερνῶνται θοαὶνᾶες, ἐν χέρσῳ τε λαιψηροὶ πόλεμοι5 κἀγοραὶ βουλαφόροι. αἵ γε μὲν ἀνδρῶνπόλλ᾽ ἄνω, τὰ δ᾽ αὖ κάτω ψεύδη μεταμώνια τάμνοισαι κυλίνδοντ᾽ ἐλπίδες:[ 10] σύμβολον δ᾽ οὔ πώ τις ἐπιχθονίωνπιστὸν ἀμφὶ πράξιος ἐσσομένας εὗρεν θεόθεν: τῶν δὲ μελλόντων τετύφλωνται φραδαί. 10 πολλὰ δ᾽ ἀνθρώποις παρὰ γνώμαν ἔπεσεν, ἔμπαλιν μὲν τέρψιος, οἱ δ᾽ ἀνιαραῖςἀντικύρσαντες ζάλαις ἐσλὸν βαθὺ πήματος ἐν μικρῷ πεδάμειψαν χρόνῳ. υἱὲ Φιλάνορος, ἤτοι καὶ τεά κεν,[ 20] ἐνδομάχας ἅτ᾽ ἀλέκτωρ, συγγόνῳ παρ᾽ ἑστίᾳ15 ἀκλεὴς τιμὰ κατεφυλλορόησε ποδῶν, εἰ μὴ στάσις ἀντιάνειρα Κνωσίας ἄμερσε πάτρας. νῦν δ᾽ Ὀλυμπία στεφανωσάμενοςκαὶ δὶς ἐκ Πυθῶνος Ἰσθμοῖ τ᾽, Ἐργότελες, θερμὰ Νυμφᾶν λουτρὰ βαστάζεις, ὁμιλέων παρ᾽ οἰκείαις ἀρούραις.