Olymp
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
13.1
ΧΕΝΟΦΩΝΤΙ ΚΟΡΙΝΘΙΩι ΣΤΑΔΙΟΔΡΟΜΩι ΚΑΙ ΠΕΝΤΑΘΛΩιτρισολυμπιονίκανἐπαινέων οἶκον ἅμερον ἀστοῖς, ξένοισι δὲ θεράποντα, γνώσομαιτὰν ὀλβίαν Κόρινθον, Ἰσθμίου5 πρόθυρον Ποτειδᾶνος, ἀγλαόκουρον. ἐν τᾷ γὰρ Εὐνομία ναίει, κασίγνηταί τε, βάθρον πολίων ἀσφαλές,[ 10] Δίκα καὶ ὁμότροφος Εἰρήνα, ταμίαι ἀνδράσι πλούτου, χρύσεαι παῖδες εὐβούλου Θέμιτος: ἐθέλοντι δ᾽ ἀλέξειν10 Ὕβριν, Κόρου ματέρα θρασύμυθον. ἔχω καλά τε φράσαι, τόλμα τέ μοιεὐθεῖα γλῶσσαν ὀρνύει λέγειν. ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος. ὔμμιν δέ, παῖδες Ἀλάτα, πολλὰ μὲν νικαφόρον ἀγλαΐαν ὤπασαν15[ 20] ἄκραις ἀρεταῖς ὑπερελθόντων ἱεροῖς ἐν ἀέθλοις, πολλὰ δ᾽ ἐν καρδίαις ἀνδρῶν ἔβαλονὧραι πολυάνθεμοι ἀρχαῖα σοφίσμαθ᾽. ἅπαν δ᾽ εὑρόντος ἔργον. ταὶ Διωνύσου πόθεν ἐξέφανενσὺν βοηλάτᾳ χάριτες διθυράμβῳ: 20 τίς γὰρ ἱππείοις ἐν ἔντεσσιν μέτρα, ἢ θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμον[ 30] ἐπέθηκ᾽; ἐν δὲ Μοῖσ᾽ ἁδύπνοος, ἐν δ᾽ Ἄρης ἀνθεῖ νέων οὐλίαις αἰχμαῖσιν ἀνδρῶν. ὕπατ᾽ εὐρὺ ἀνάσσων25 Ὀλυμπίας, ἀφθόνητος ἔπεσσινγένοιο χρόνον ἅπαντα, Ζεῦ πάτερ, καὶ τόνδε λαὸν ἀβλαβῆ νέμωνΞενοφῶντος εὔθυνε δαίμονος οὖρον:[ 40] δέξαι τέ οἱ στεφάνων ἐγκώμιον τεθμόν, τὸν ἄγει πεδίων ἐκ Πίσας, 30 πεντάθλῳ ἅμα σταδίου νικῶν δρόμον: ἀντεβόλησεντῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον. δύο δ᾽ αὐτὸν ἔρεψανπλόκοι σελίνων ἐν Ἰσθμιάδεσσινφανέντα: Νέμεά τ᾽ οὐκ ἀντιξοεῖ. 35 πατρὸς δὲ Θεσσαλοῦ ἐπ᾽ Ἀλφεοῦῥεέθροισιν αἴγλα ποδῶν ἀνάκειται,[ 50] Πυθοῖ τ᾽ ἔχει σταδίου τιμὰν διαύλου θ᾽ ἁλίῳ ἀμφ᾽ ἑνί, μηνός τέ οἱτωὐτοῦ κρανααῖς ἐν᾽ Ἀθάναισι τρία ἔργα ποδαρκὴςἅμερα θῆκε κάλλιστ᾽ ἀμφὶ κόμαις, 40 Ἑλλώτια δ᾽ ἑπτάκις: ἐν δ᾽ ἀμφιάλοισι Ποτειδᾶνος τεθμοῖσινΠτοιοδώρῳ σὺν πατρὶ μακρότεραι[ 60] Τερψίᾳ θ᾽ ἕψοντ᾽ Ἐριτίμῳ τ᾽ ἀοιδαί. ὅσσα τ᾽ ἐν Δελφοῖσιν ἀριστεύσατεἠδὲ χόρτοις ἐν λέοντος, δηρίομαι πολέσιν45 περὶ πλήθει καλῶν, ὡς μὰν σαφὲςοὐκ ἂν εἰδείην λέγειν ποντιᾶν ψάφων ἀριθμόν. ἕπεται δ᾽ ἐν ἑκάστῳμέτρον: νοῆσαι δὲ καιρὸς ἄριστος. ἐγὼ δὲ ἴδιος ἐν κοινῷ σταλεὶς50[ 70] μῆτίν τε γαρύων παλαιγόνωνπόλεμόν τ᾽ ἐν ἡρωΐαις ἀρεταῖσινοὐ ψεύσομ᾽ ἀμφὶ Κορίνθῳ, Σίσυφον μὲν πυκνότατον παλάμαις ὡς θεόν, καὶ τὰν πατρὸς ἀντία Μήδειαν θεμέναν γάμον αὐτᾷ, ναῒ σώτειραν Ἀργοῖ καὶ προπόλοις. 55 τὰ δὲ καί ποτ᾽ ἐν ἀλκᾷπρὸ Δαρδάνου τειχέων ἐδόκησαν[ 80] ἐπ᾽ ἀμφότερα μαχᾶν τάμνειν τέλος, τοὶ μὲν γένει φίλῳ σὺν ἈτρέοςἙλέναν κομίζοντες, οἱ δ᾽ ἀπὸ πάμπαν60 εἴργοντες: ἐκ Λυκίας δὲ Γλαῦκον ἐλθόντα τρόμεον Δαναοί. τοῖσι μὲνἐξεύχετ᾽ ἐν ἄστεϊ Πειράνας σφετέρου πατρὸς ἀρχὰνκαὶ βαθὺν κλᾶρον ἔμμεν καὶ μέγαρον:[ 90] ὃς τᾶς ὀφιώδεος υἱόν ποτε Γοργόνος ἦ πόλλ᾽ ἀμφὶ κρουνοῖςΠάγασον ζεῦξαι ποθέων ἔπαθεν, 65 πρίν γέ οἱ χρυσάμπυκα κούρα χαλινὸνΠαλλὰς ἤνεγκ᾽: ἐξ ὀνείρου δ᾽ αὐτίκαἦν ὕπαρ: φώνασε δ᾽:‘ εὕδεις, Αἰολίδα βασιλεῦ; ἄγε φίλτρον τόδ᾽ ἵππειον δέκευ, καὶ Δαμαίῳ νιν θύων ταῦρον ἀργᾶντα πατρὶ δεῖξον.’ 70[ 100] κυαναιγὶς ἐν ὄρφνᾳκνώσσοντί οἱ παρθένος τόσα εἰπεῖνἔδοξεν: ἀνὰ δ᾽ ἐπᾶλτ᾽ ὀρθῷ ποδί. παρκείμενον δὲ συλλαβὼν τέρας, ἐπιχώριον μάντιν ἄσμενος εὗρεν, 75 δεῖξέν τε Κοιρανίδᾳ πᾶσαν τελευτὰν πράγματος, ὥς τ᾽ ἀνὰ βωμῷ θεᾶςκοιτάξατο νύκτ᾽ ἀπὸ κείνου χρήσιος. ὥς τέ οἱ αὐτὰ[ 110] Ζηνὸς ἐγχεικεραύνου παῖς ἔπορενδαμασίφρονα χρυσόν. ἐνυπνίῳ δ᾽ ᾇ τάχιστα πιθέσθαι80 κελήσατό μιν, ὅταν δ᾽ εὐρυσθενεῖκαρταίποδ᾽ ἀναρύῃ Γαιαόχῳ, θέμεν Ἱππίᾳ βωμὸν εὐθὺς Ἀθάνᾳ. τελεῖ δὲ θεῶν δύναμις καὶ τὰν παρ᾽ ὅρκον καὶ παρὰ ἐλπίδα κούφαν κτίσιν.[ 120] ἤτοι καὶ ὁ καρτερὸς ὁρμαίνων ἕλε Βελλεροφόντας, 85 φάρμακον πραῢ τείνων ἀμφὶ γένυι, ἵππον πτερόεντ᾽: ἀναβὰς δ᾽ εὐθὺς ἐνόπλια χαλκωθεὶς ἔπαιζεν. σὺν δὲ κείνῳ καί ποτ᾽ Ἀμαζονίδωναἰθέρος ψυχρῶν ἀπὸ κόλπων ἐρήμουτοξόταν βάλλων γυναικεῖον στρατόν, 90 καὶ Χίμαιραν πῦρ πνέοισαν καὶ Σολύμους ἔπεφνεν.[ 130] διασωπάσομαί οἱ μόρον ἐγώ: τὸν δ᾽ ἐν Οὐλύμπῳ φάτναι Ζηνὸς ἀρχαῖαι δέκονται. ἐμὲ δ᾽ εὐθὺν ἀκόντωνἱέντα ῥόμβον παρὰ σκοπὸν οὐ χρὴ95 τὰ πολλὰ βέλεα καρτύνειν χεροῖν. Μοίσαις γὰρ ἀγλαοθρόνοις ἑκὼνὈλιγαιθίδαισίν τ᾽ ἔβαν ἐπίκουρος.[ 140] Ἰσθμοῖ τά τ᾽ ἐν Νεμέᾳ παύρῳ ἔπει θήσω φανέρ᾽ ἀθρό᾽, ἀλαθής τέ μοιἔξορκος ἐπέσσεται ἑξηκοντάκι δὴ ἀμφοτέρωθεν100 ἁδύγλωσσος βοὰ κάρυκος ἐσλοῦ. τὰ δ᾽ Ὀλυμπίᾳ αὐτῶνἔοικεν ἤδη πάροιθε λελέχθαι: τά τ᾽ ἐσσόμενα τότ᾽ ἂν φαίην σαφές: νῦν δ᾽ ἔλπομαι μέν, ἐν θεῷ γε μὰν105 τέλος: εἰ δὲ δαίμων γενέθλιος ἕρποι,[ 150] δι᾽ τοῦτ᾽ Ἐνυαλίῳ τ᾽ ἐκδώσομεν πράσσειν. τὰ δ᾽ ὑπ᾽ ὀφρύϊ Παρνασσίᾳἕξ: Ἄργεΐ θ᾽ ὅσσα καὶ ἐν Θήβαις, ὅσα τ᾽ Ἀρκάσιν ἀνάσσωνμαρτυρήσει Λυκαίου βωμὸς ἄναξ, Πέλλανά τε καὶ Σικυὼν καὶ Μέγαρ᾽ Αἰακιδᾶν τ᾽ εὐερκὲς ἄλσος, 110 ἅ τ᾽ Ἐλευσὶς καὶ λιπαρὰ Μαραθών, ταί θ᾽ ὑπ᾽ Αἴτνας ὑψιλόφου καλλίπλουτοι[ 160] πόλιες, ἅ τ᾽ Εὔβοια: καὶ πᾶσαν κατὰἙλλάδ᾽ εὑρήσεις ἐρευνῶν μάσσον᾽ ἢ ὡς ἰδέμεν. ἄνα, κούφοισιν ἐκνεῦσαι ποσίν: 115 Ζεῦ τέλει᾽, αἰδῶ δίδοι καὶ τύχαν τερπνῶν γλυκεῖαν.