Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Olymp
PindarOlymp 14 · textus-receptusMore by Pindar
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar"> —
⋯
More
Original / primary: Textus receptus
14.1
ΑΣΩΠΙΧΩι ΟΡΧΟΜΕΝΙΩι ΣΤΑΔΙΕΙ( παιδὶ Κλεοδάμου) Καφισίων ὑδάτωνλαχοῖσαι, αἵτε ναίετε καλλίπωλον ἕδραν, ὦ λιπαρᾶς ἀοίδιμοι βασίλειαιΧάριτες Ὀρχομενοῦ, παλαιγόνων Μινυᾶν ἐπίσκοποι, 5 κλῦτ᾽, ἐπεὶ εὔχομαι. σὺν γὰρ ὔμμιν τὰ τερπνὰ καὶτὰ γλυκέ᾽ ἄνεται πάντα βροτοῖς,[ 10] εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ. οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερκοιρανέοισιν χοροὺς οὔτε δαῖτας: ἀλλὰ πάντων ταμίαι10 ἔργων ἐν οὐρανῷ, χρυσότοξον θέμεναι παρὰΠύθιον Ἀπόλλωνα θρόνους, ἀέναον σέβοντι πατρὸς Ὀλυμπίοιο τιμάν. ὦ πότνι᾽ Ἀγλαΐα[ 20] φιλησίμολπέ τ᾽ Εὐφροσύνα, θεῶν κρατίστου15 παῖδες, ἐπακοοῖτε νῦν, Θαλία τεἐρασίμολπε, ἰδοῖσα τόνδε κῶμον ἐπ᾽ εὐμενεῖ τύχᾳκοῦφα βιβῶντα: Λυδῷ γὰρ Ἀσώπιχον τρόπῳἔν τε μελέταις ἀείδων ἔμολον, οὕνεκ᾽ Ὀλυμπιόνικος ἁ Μινυεία20 σεῦ ἕκατι. μελανοτειχέα νῦν δόμον[ 30] Φερσεφόνας ἔλθ᾽, Ἀχοῖ, πατρὶ κλυτὰν φέροισ᾽ ἀγγελίαν, Κλεόδαμον ὄφρ᾽ ἰδοῖσ᾽, υἱὸν εἴπῃς ὅτι οἱ νέανκόλποις παρ᾽ εὐδόξοις Πίσαςἐστεφάνωσε κυδίμων ἀέθλων πτεροῖσι χαίταν.

Intertext edge

Open linked passage

Note