Olymp
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
2.1
ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙἀναξιφόρμιγγες ὕμνοι, τίνα θεόν, τίν' ἥρωα, τίνα δ' ἄνδρα κελαδήσομεν; ἤτοι Πίσα μὲν Διός: Ὀλυμπιάδα δ' ἔστασεν Ἡρακλέηςἀκρόθινα πολέμου: Θήρωνα δὲ τετραορίας ἕνεκα νικαφόρου 5[ 10] γεγωνητέον, ὄπι δίκαιον ξένων, ἔρεισμ' Ἀκράγαντος, εὐωνύμων τε πατέρων ἄωτον ὀρθόπολιν: καμόντες οἳ πολλὰ θυμῷἱερὸν ἔσχον οἴκημα ποταμοῦ, Σικελίας τ' ἔσαν[ 20] ὀφθαλμός, αἰὼν δ' ἔφεπε μόρσιμος, πλοῦτόν τε καὶ χάριν ἄγων 10γνησίαις ἐπ' ἀρεταῖς. ἀλλ' ὦ Κρόνιε παῖ Ρέ̔ ας, ἕδος Ὀλύμπου νέμωνἀέθλων τε κορυφὰν πόρον τ' Ἀλφεοῦ, ἰανθεὶς ἀοιδαῖςεὔφρων ἄρουραν ἔτι πατρίαν σφίσιν κόμισονλοιπῷ γένει. τῶν δὲ πεπραγμένων 15[ 30] ἐν δίκᾳ τε καὶ παρὰ δίκαν, ἀποίητον οὐδ' ἂνχρόνος ὁ πάντων πατὴρ δύναιτο θέμεν ἔργων τέλος: λάθα δὲ πότμῳ σὺν εὐδαίμονι γένοιτ' ἄν. ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνάσκειπαλίγκοτον δαμασθέν, 20ὅταν θεοῦ Μοῖρα πέμπῃἀνεκὰς ὄλβον ὑψηλόν. ἕπεται δὲ λόγος εὐθρόνοις[ 40] Κάδμοιο κούραις, ἔπαθον αἳ μεγάλα, πένθος δὲκρεσσόνων πρὸς ἀγαθῶν. ζώει μὲν ἐν Ὀλυμπίοις ἀποθανοῖσα βρόμῳ 25κεραυνοῦ τανυέθειρα Σεμέλα, φιλεῖ δέ νιν Παλλὰς αἰεί, καὶ Ζεὺς πατὴρ μάλα, φιλεῖ δὲ παῖς ὁ κισσοφόρος: λέγοντι δ' ἐν καὶ θαλάσσᾳμετὰ κόραισι Νηρῆος ἁλίαις βίοτον ἄφθιτονἸνοῖ τετάχθαι τὸν ὅλον ἀμφὶ χρόνον. ἤτοι βροτῶν γε κέκριται 30πεῖρας οὔ τι θανάτου,[ 59] οὐδ' ἡσύχιμον ἁμέραν ὁπότε, παῖδ' ἁλίου, ἀτειρεῖ σὺν ἀγαθῷ τελευτάσομεν: ῥοαὶ δ' ἄλλοτ' ἄλλαιεὐθυμιᾶν τε μετὰ καὶ πόνων ἐς ἄνδρας ἔβαν. οὕτω δὲ Μοῖρ', ἅ τε πατρώιον 35τῶνδ' ἔχει τὸν εὔφρονα πότμον, θεόρτῳ σὺν ὄλβῳἐπί τι καὶ πῆμ' ἄγει παλιντράπελον ἄλλῳ χρόνῳ:[ 70] ἐξ οὗπερ ἔκτεινε Λᾷον μόριμος υἱὸςσυναντόμενος, ἐν δὲ Πυθῶνι χρησθὲνπαλαίφατον τέλεσσεν. 40ἰδοῖσα δ' ὀξεῖ' Ἐριννὺςἔπεφνέ οἱ σὺν ἀλλαλοφονίᾳ γένος ἀρήιον: λείφθη δὲ Θέρσανδρος ἐριπέντι Πολυνείκει, νέοις ἐν ἀέθλοιςἐν μάχαις τε πολέμου[ 80] τιμώμενος, Ἀδραστιδᾶν θάλος ἀρωγὸν δόμοις: 45ὅθεν σπέρματος ἔχοντα ῥίζαν, πρέπει τὸν Αἰνησιδάμουἐγκωμίων τε μελέων λυρᾶν τε τυγχανέμεν. Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸςγέρας ἔδεκτο, Πυθῶνι δ' ὁμόκλαρον ἐς ἀδελφεὸν[ 90] Ἰσθμοῖ τε κοιναὶ Χάριτες ἄνθεα τεθρίππων δυωδεκαδρόμων 50ἄγαγον. τὸ δὲ τυχεῖνπειρώμενον ἀγωνίας παραλύει δυσφρονᾶν. ὁ μὰν πλοῦτος ἀρεταῖς δεδαιδαλμένος φέρει τῶν τε καὶ τῶν[ 100] καιρόν, βαθεῖαν ὑπέχων μέριμναν ἀγροτέραν, ἀστὴρ ἀρίζηλος, ἐτήτυμον 55ἀνδρὶ φέγγος: εἰ δέ νιν ἔχων τις οἶδεν τὸ μέλλον, ὅτι θανόντων μὲν ἐνθάδ' αὐτίκ' ἀπάλαμνοι φρένεςποινὰς ἔτισαν, τὰ δ' ἐν τᾷδε Διὸς ἀρχᾷἀλιτρὰ κατὰ γᾶς δικάζει τις ἐχθρᾷλόγον φράσαις ἀνάγκᾳ: 60ἴσαις δὲ νύκτεσσιν αἰεί,[ 110] ἴσαις δ' ἐν ἁμέραις ἅλιον ἔχοντες, ἀπονέστερονἐσλοὶ δέκονται βίοτον, οὐ χθόνα ταράσσοντες ἐν χερὸς ἀκμᾷοὐδὲ πόντιον ὕδωρκεινὰν παρὰ δίαιταν: ἀλλὰ παρὰ μὲν τιμίοις 65[ 120] θεῶν, οἵτινες ἔχαιρον εὐορκίαις, ἄδακρυν νέμονταιαἰῶνα: τοὶ δ' ἀπροσόρατον ὀκχέοντι πόνονὅσοι δ' ἐτόλμασαν ἐστρὶςἑκατέρωθι μείναντες ἀπὸ πάμπαν ἀδίκων ἔχεινψυχάν, ἔτειλαν Διὸς ὁδὸν παρὰ Κρόνου τύρσιν: ἔνθα μακάρων 70νᾶσος ὠκεανίδες[ 130] αὖραι περιπνέοισιν, ἄνθεμα δὲ χρυσοῦ φλέγει, τὰ μὲν χερσόθεν ἀπ' ἀγλαῶν δενδρέων, ὕδωρ δ' ἄλλα φέρβει, ὅρμοισι τῶν χέρας ἀναπλέκοντι καὶ στεφάνοιςβουλαῖς ἐν ὀρθαῖσι Ῥαδαμάνθυος, 75ὃν πατὴρ ἔχει γας ἑτοῖμον αὐτῷ πάρεδρον,[ 140] πόσις ὁ πάντων Ρέ̔ ας ὑπέρτατον ἐχοίσας θρόνον. Πηλεύς τε καὶ Κάδμος ἐν τοῖσιν ἀλέγονται: Ἀχιλλέα τ' ἔνεικ', ἐπεὶ Ζηνὸς ἦτορλιταῖς ἔπεισε, μάτηρ: 80ὃς Ἕκτορ' ἔσφαλε, Τροίαςἄμαχον ἀστραβῆ κίονα, Κύκνον τε θανάτῳ πόρεν,[ 150] Ἀοῦς τε παῖδ' Αἰθίοπα. πολλά μοι ὑπ' ἀγκῶνος ὠκέα βέληἔνδον ἐντι φαρέτραςφωνᾶντα συνετοῖσιν: ἐς δὲ τὸ πὰν ἑρμηνέων 85χατίζει. σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ: μαθόντες δὲ λάβροιπαγγλωσσίᾳ, κόρακες ὥς, ἄκραντα γαρύετονΔιὸς πρὸς ὄρνιχα θεῖον.[ 160] ἔπεχε νῦν σκοπῷ τόξον, ἄγε θυμέ, τίνα βάλλομενἐκ μαλθακᾶς αὖτε φρενὸς εὐκλέας ὀϊστοὺς ἱέντες; ἐπί τοι 90Ἀκράγαντι τανύσαιςαὐδάσομαι ἐνόρκιον λόγον ἀλαθεῖ νόῳ[ 170] τεκεῖν μή τιν' ἑκατόν γε ἐτέων πόλιν φίλοις ἄνδρα μᾶλλονεὐεργέταν πραπίσιν ἀφθονέστερόν τε χέραΘήρωνος. ἀλλ' αἶνον ἔβα κόρος 95οὐ δίκᾳ συναντόμενος, ἀλλὰ μάργων ὑπ' ἀνδρῶν, τὸ λαλαγῆσαι ἐθέλων κρύφον τε θέμεν ἐσλῶν καλοῖςἔργοις: ἐπεὶ ψάμμος ἀριθμὸν περιπέφευγεν,[ 180] καὶ κεῖνος ὅσα χάρματ' ἄλλοις ἔθηκεντίς ἂν φράσαι δύναιτο; 100