Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Olymp
PindarOlymp 3 · textus-receptusMore by Pindar
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar"> —
⋯
More
Original / primary: Textus receptus
3.1
ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙ ΕΙΣ ΘΕΟΞΕΝΙΑΤυνδαρίδαις τε φιλοξείνοις ἁδεῖν καλλιπλοκάμῳ θ' Ἑλένᾳκλεινὰν Ἀκράγαντα γεραίρων εὔχομαι, Θήρωνος Ὀλυμπιονίκαν ὕμνον ὀρθώσαις, ἀκαμαντοπόδωνἵππων ἄωτον. Μοῖσα δ' οὕτω ποι παρέστα μοι νεοσίγαλον εὑρόντι τρόπονΔωρίῳ φωνὰν ἐναρμόξαι πεδίλῳ 5[ 10] ἀγλαόκωμον. ἐπεὶ χαίταισι μὲν ζευχθέντες ἔπι στέφανοιπράσσοντί με τοῦτο θεόδματον χρέος, φόρμιγγά τε ποικιλόγαρυν καὶ βοὰν αὐλῶν ἐπέων τε θέσινΑἰνησιδάμου παιδὶ συμμῖξαι πρεπόντως, ἅ τε Πίσα με γεγωνεῖν: τᾶς ἄποθεόμοροι νίσοντ' ἐπ' ἀνθρώπους ἀοιδαί, 10[ 20] ᾧ τινι, κραίνων ἐφετμὰς Ἡρακλέος προτέρας, ἀτρεκὴς Ἑλλανοδίκας γλεφάρων Αἰτωλὸς ἀνὴρ ὑψόθενἀμφὶ κόμαισι βάλῃ γλαυκόχροα κόσμον ἐλαίας: τάν ποτεἼστρου ἀπὸ σκιαρᾶν παγᾶν ἔνεικεν Ἀμφιτρυωνιάδας, μνᾶμα τῶν Οὐλυμπίᾳ κάλλιστον ἄθλων 15δᾶμον Ὑπερβορέων πείσαις Ἀπόλλωνος θεράποντα λόγῳ.[ 30] πιστὰ φρονέων Διὸς αἴτει πανδόκῳἄλσει σκιαρόν τε φύτευμα ξυνὸν ἀνθρώποις στέφανόν τ' ἀρετᾶν. ἤδη γὰρ αὐτῷ, πατρὶ μὲν βωμῶν ἁγισθέντων, διχόμηνις ὅλον χρυσάρματοςἑσπέρας ὀφθαλμὸν ἀντέφλεξε Μήνα, 20καὶ μεγάλων ἀέθλων ἁγνὰν κρίσιν καὶ πενταετηρίδ' ἁμᾶθῆκε ζαθέοις ἐπὶ κρημνοῖς Ἀλφεοῦ:[ 40] ἀλλ' οὐ καλὰ δένδρε' ἔθαλλεν χῶρος ἐν βάσσαις Κρονίου Πέλοπος. τούτων ἔδοξεν γυμνὸς αὐτῷ κᾶπος ὀξείαις ὑπακουέμεν αὐγαῖς ἁλίου. δὴ τότ' ἐς γαῖαν πορεύεν θυμὸς ὥρμα 25Ἰστρίαν νιν: ἔνθα Λατοῦς ἱπποσόα θυγάτηρδέξατ' ἐλθόντ' Ἀρκαδίας ἀπὸ δειρᾶν καὶ πολυγνάμπτων μυχῶν,[ 50] εὖτέ νιν ἀγγελίαις Εὐρυσθέος ἔντυ' ἀνάγκα πατρόθενχρυσόκερων ἔλαφον θήλειαν ἄξονθ', ἅν ποτε Ταϋγέταἀντιθεῖσ' Ὀρθωσίᾳ ἔγραψεν ἱράν. 30τὰν μεθέπων ἴδε καὶ κείναν χθόνα πνοιᾶς ὄπιθεν Βορέαψυχροῦ. τόθι δένδρεα θάμβαινε σταθείς. τῶν νιν γλυκὺς ἵμερος ἔσχεν δωδεκάγναμπτον περὶ τέρμα δρόμου[ 60] ἵππων φυτεῦσαι. καί νυν ἐς ταύταν ἑορτὰν ἵλαος ἀντιθέοισιν νίσσεταισὺν βαθυζώνου διδύμοις παισὶ Λήδας. 35τοῖς γὰρ ἐπέτραπεν Οὐλυμπόνδ' ἰὼν θαητὸν ἀγῶνα νέμεινἀνδρῶν τ' ἀρετᾶς πέρι καὶ ῥιμφαρμάτουδιφρηλασίας. ἐμὲ δ' ὦν πᾳ θυμὸς ὀτρύνει φάμεν Ἐμμενίδαις[ 70] Θήρωνί τ' ἐλθεῖν κῦδος, εὐΐππων διδόντων Τυνδαριδᾶν, ὅτι πλείσταισι βροτῶνξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις, 40εὐσεβεῖ γνώμᾳ φυλάσσοντες μακάρων τελετάς. εἰ δ' ἀριστεύει μὲν ὕδωρ, κτεάνων δὲ χρυσὸς αἰδοιέστατος, νῦν δὲ πρὸς ἐσχατιὰν Θήρων ἀρεταῖσιν ἱκάνων ἅπτεταιοἴκοθεν Ἡρακλέος σταλᾶν. τὸ πόρσω δ' ἔστι σοφοῖς ἄβατονκἀσόφοις. οὔ νιν διώξω: κεινὸς εἴην. 45

Intertext edge

Open linked passage

Note