Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Olymp
PindarOlymp 4 · textus-receptusMore by Pindar
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar"> —
⋯
More
Original / primary: Textus receptus
4.1
ΨΑΥΜΙΔΙ ΚΑΜΑΡΙΝΑΙῼ ΑΡΜΑΤΙἐλατὴρ ὑπέρτατε βροντᾶς ἀκαμαντόποδος Ζεῦ: τεαὶ γὰρ ὧραιὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς ἑλισσόμεναί μ' ἔπεμψανὑψηλοτάτων μάρτυρ' ἀέθλων. ξείνων δ' εὖ πρασσόντων ἔσαναν αὐτίκ' ἀγγελίανποτὶ γλυκεῖαν ἐσλοί. 5[ 10] ἀλλ', ὦ Κρόνου παῖ, ὃς Αἴτναν ἔχεις, ἶπον ἀνεμόεσσαν ἑκατογκεφάλα Τυφῶνος ὀβρίμου, Οὐλυμπιονίκαν δέκευΧαρίτων ἕκατι τόνδε κῶμον, χρονιώτατον φάος εὐρυσθενέων ἀρετᾶν. Ψαύμιος γὰρ ἵκει 10[ 20] ὀχέων, ὅς, ἐλαίᾳ στεφανωθεὶς Πισάτιδι, κῦδος ὄρσαισπεύδει Καμαρίνᾳ. θεὸς εὔφρωνεἴη λοιπαῖς εὐχαῖς: ἐπεί νιν αἰνέω μάλα μὲντροφαῖς ἑτοῖμον ἵππων, χαίροντά τε ξενίαις πανδόκοις 15καὶ πρὸς ἁσυχίαν φιλόπολιν καθαρᾷ γνώμᾳ τετραμμένον. οὐ ψεύδεϊ τέγξω λόγον:[ 30] διάπειρά τοι βροτῶν ἔλεγχος: ἅπερ Κλυμένοιο παῖδαΛαμνιάδων γυναικῶν 20ἔλυσεν ἐξ ἀτιμίας. χαλκέοισι δ' ἐν ἔντεσι νικῶν δρόμονἔειπεν Ὑψιπυλείᾳ μετὰ στέφανον ἰών:“ οὗτος ἐγὼ ταχυτᾶτι: χεῖρες δὲ καὶ ἦτορ ἴσον. 25[ 40] φύονται δὲ καὶ νέοις ἐν ἀνδράσινπολιαὶ θαμὰ καὶ παρὰ τὸν ἁλικίαςἐοικότα χρόνον.”

Intertext edge

Open linked passage

Note