Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Olymp
PindarOlymp 5 · textus-receptusMore by Pindar
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar"> —
⋯
More
Original / primary: Textus receptus
5.1
ΨΑΥΜΙΔΙ ΚΑΜΑΡΙΝΑΙῼ ΑΠΗΝΗὑψηλᾶν ἀρετᾶν καὶ στεφάνων ἄωτον γλυκὺντῶν Οὐλυμπίᾳ, Ὠκεανοῦ θύγατερ, καρδίᾳ γελανεῖἀκαμαντόποδός τ' ἀπήνας δέκευ Ψαύμιός τε δῶρα: ὃς τὰν σὰν πόλιν αὔξων, Καμάρινα, λαοτρόφον[ 10] βωμοὺς ἓξ διδύμους ἐγέραιρεν ἑορταῖς θεῶν μεγίσταις 5ὑπὸ βουθυσίαις ἀέθλων τε πεμπαμέροις ἁμίλλαις, ἵπποις ἡμιόνοις τε μοναμπυκίᾳ τε. τὶν δὲ κῦδος ἁβρόννικάσαις ἀνέθηκε, καὶ ὃν πατέρ' Ἄκρων' ἐκάρυξε καὶ τὰν νέοικον ἕδραν.[ 20] ἵκων δ' Οἰνομάου καὶ Πέλοπος παρ' εὐηράτωνσταθμῶν, ὦ πολιάοχε Παλλάς, ἀείδει μὲν ἄλσος ἁγνὸν 10τὸ τεόν, ποταμόν τε Ὤανιν, ἐγχωρίαν τε λίμναν, καὶ σεμνοὺς ὀχετούς, Ἵππαρις οἷσιν ἄρδει στρατόν,[ 30] κολλᾷ τε σταδίων θαλάμων ταχέως ὑψίγυιον ἄλσος, ἀπ' ἀμαχανίας ἄγων ἐς φάος τόνδε δᾶμον ἀστῶν: αἰεὶ δ' ἀμφ' ἀρεταῖσι πόνος δαπάνα τε μάρναται πρὸς ἔργον 15κινδύνῳ κεκαλυμμένον: ἠὺ̈ δ' ἔχοντες σοφοὶ καὶ πολίταις ἔδοξαν ἔμμεν.[ 40] Σωτὴρ ὑψινεφὲς Ζεῦ, Κρόνιόν τε ναίων λόφοντιμῶν τ' Ἀλφεὸν εὐρὺ ῥέοντ' Ἰδαῖόν τε σεμνὸν ἄντρον, ἱκέτας σέθεν ἔρχομαι Λυδίοις ἀπύων ἐν αὐλοῖς, αἰτήσων πόλιν εὐανορίαισι τάνδε κλυταῖς 20[ 50] δαιδάλλειν, σέ τ', Ὀλυμπιόνικε, Ποσειδανίαισιν ἵπποιςἐπιτερπόμενον φέρειν γῆρας εὔθυμον ἐς τελευτάν, υἱῶν, Ψαῦμι, παρισταμένων. ὑγίεντα δ' εἴ τις ὄλβον ἄρδει, ἐξαρκέων κτεάτεσσι καὶ εὐλογίαν προστιθείς, μὴ ματεύσῃ θεὸς γενέσθαι.

Intertext edge

Open linked passage

Note