Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Olymp
PindarOlymp 6 · textus-receptusMore by Pindar
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar"> —
⋯
More
Original / primary: Textus receptus
6.1
ΑΓΗΣΙᾼ ΣΥΡΑΚΟΣΙῼ ΑΠΗΝῌχρυσέας ὑποστάσαντες εὐτειχεῖ προθύρῳ θαλάμουκίονας, ὡς ὅτε θαητὸν μέγαρονπάξομεν: ἀρχομένου δ' ἔργου πρόσωπονχρὴ θέμεν τηλαυγές. εἰ δ' εἴη μὲν Ὀλυμπιονίκας, βωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ, 5συνοικιστήρ τε τᾶν κλεινᾶν Συρακοσσᾶν: τίνα κεν φύγοι ὕμνον[ 10] κεῖνος ἀνήρ, ἐπικύρσαις ἀφθόνων ἀστῶν ἐν ἱμερταῖς ἀοιδαῖς; ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδ' ἔχωνΣωστράτου υἱός. ἀκίνδυνοι δ' ἀρεταὶοὔτε παρ' ἀνδράσιν οὔτ' ἐν ναυσὶ κοίλαις10τίμιαι: πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῇ. Ἁγησία, τὶν δ' αἶνος ἑτοῖμος, ὃν ἐν δίκᾳ[ 20] ἀπὸ γλώσσας Ἄδραστος μάντιν Οἰκλείδαν ποτ' ἐς Ἀμφιάρηονφθέγξατ', ἐπεὶ κατὰ γαῖ' αὐτόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν. ἑπτὰ δ' ἔπειτα πυρᾶν νεκρῶν τελεσθεισᾶν Ταλαϊονίδας 15εἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος:“ ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς, ἀμφότερον μάντιν τ' ἀγαθὸν καὶ δουρὶ μάρνασθαι.” τὸ καὶ[ 30] ἀνδρὶ κώμου δεσπότᾳ πάρεστι Συρακοσίῳ. οὔτε δύσηρις ἐὼν οὔτ' ὦν φιλόνικος ἄγαν, καὶ μέγαν ὅρκον ὀμόσσαις τοῦτό γέ οἱ σαφέως 20μαρτυρήσω: μελίφθογγοι δ' ἐπιτρέψοντι Μοῖσαι. ὦ Φίντις, ἀλλὰ ζεῦξον ἤδη μοι σθένος ἡμιόνων, ᾇ τάχος, ὄφρα κελεύθῳ τ' ἐν καθαρᾷ[ 40] βάσομεν ὄκχον, ἵκωμαί τε πρὸς ἀνδρῶνκαὶ γένος: κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι 25ταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳἐπεὶ δέξαντο: χρὴ τοίνυν πύλας ὕμνων ἀναπίτναμεν αὐταῖς: πρός Πιτάναν δὲ παρ' Εὐρώτα πόρον δεῖ σάμερόν μ' ἐλθεῖν ἐν ὥρᾳ: ἅ τοι Ποσειδάωνι μιχθεῖσα Κρονίῳ λέγεται[ 50] παῖδα ἰόπλοκον Εὐάδναν τεκέμεν. 30κρύψε δὲ παρθενίαν ὠδῖνα κόλποις: κυρίῳ δ' ἐν μηνὶ πέμποισ' ἀμφιπόλους ἐκέλευσενἥρωι πορσαίνειν δόμεν Εἰλατίδᾳ βρέφος, ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάνᾳ λάχε τ' Ἀλφεὸν οἰκεῖν: ἔνθα τραφεῖσ' ὑπ' Ἀπόλλωνι γλυκείας πρῶτον ἔψαυσ' Ἀφροδίτας. 35[ 60] οὐδ' ἔλαθ' Αἴπυτον ἐν παντὶ χρόνῳ κλέπτοισα θεοῖο γόνον. ἀλλ' ὁ μὲν Πυθώναδ', ἐν θυμῷ πιέσαις χόλον οὐ φατὸν ὀξείᾳ μελέτᾳ, ᾤχετ' ἰὼν μαντευσόμενος ταύτας περ' ἀτλάτου πάθας. ἁ δὲ φοινικόκροκον ζώναν καταθηκαμένακάλπιδά τ' ἀργυρέαν, λόχμας ὑπὸ κυανέας 40[ 70] τίκτε θεόφρονα κοῦρον. τᾷ μὲν ὁ Χρυσοκόμαςπραύ̈ μητίν τ' Ἐλείθυιαν παρέστασέν τε Μοίρας: ἦλθεν δ' ὑπὸ σπλάγχνων ὑπ' ὠδῖνός τ' ἐρατᾶς Ἴαμοςἐς φάος αὐτίκα. τὸν μὲν κνιζομέναλεῖπε χαμαί: δύο δὲ γλαυκῶπες αὐτὸν 45δαιμόνων βουλαῖσιν ἐθρέψαντο δράκοντες ἀμεμφεῖ[ 80] ἰῷ μελισσᾶν καδόμενοι. βασιλεὺς δ' ἐπεὶπετραέσσας ἐλαύνων ἵκετ' ἐκ Πυθῶνος, ἅπαντας ἐν οἴκῳεἴρετο παῖδα, τὸν Εὐάδνα τέκοι: Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκεινπατρός, περὶ θνατῶν δ' ἔσεσθαι μάντιν ἐπιχθονίοις 50ἔξοχον, οὐδέ ποτ' ἐκλείψειν γενεάν. ὣς ἄρα μάνυε. τοὶ δ' οὔτ' ὦν ἀκοῦσαιοὔτ' ἰδεῖν εὔχοντο πεμπταῖον γεγενημένον. ἀλλ' ἐν[ 90] κέκρυπτο γὰρ σχοίνῳ βατιᾷ τ' ἐν ἀπειράτῳ, ἴων ξανθαῖσι καὶ παμπορφύροις ἀκτῖσι βεβρεγμένος ἁβρὸν 55σῶμα: τὸ καὶ κατεφάμιξεν καλεῖσθαί νιν χρόνῳ σύμπαντι μάτηρτοῦτ' ὄνυμ' ἀθάνατον. τερπνᾶς δ' ἐπεὶ χρυσοστεφάνοιο λάβενκαρπὸν Ἥβας, Ἀλφεῷ μέσσῳ καταβὰς ἐκάλεσσε Ποσειδᾶν' εὐρυβίαν,[ 100] ὃν πρόγονον, καὶ τοξοφόρον Δάλου θεοδμάτας σκοπόν, αἰτέων λαοτρόφον τιμάν τιν' ἑᾷ κεφαλᾷ, 60νυκτὸς ὑπαίθριος. ἀντεφθέγξατο δ' ἀρτιεπὴςπατρία ὄσσα, μετάλλασέν τέ νιν:“ ὄρσο, τέκος, δεῦρο πάγκοινον ἐς χώραν ἴμεν φάμας ὄπισθεν.”[ 110] ἵκοντο δ' ὑψηλοῖο πέτραν ἀλίβατον Κρονίου: ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον 65μαντοσύνας, τόκα μὲν φωνὰν ἀκούεινψευδέων ἄγνωστον, εὖτ' ἂν δὲ θρασυμάχανος ἐλθὼνἩρακλέης, σεμνὸν θάλος Ἀλκαϊδᾶν, πατρὶἑορτάν τε κτίσῃ πλειστόμβροτον τεθμόν τε μέγιστον ἀέθλων, Ζηνὸς ἐπ' ἀκροτάτῳ βωμῷ τότ' αὖ χρηστήριον θέσθαι κέλευσεν. 70[ 120] ἐξ οὗ πολύκλειτον καθ' Ἕλλανας γένος Ἰαμιδᾶν. ὄλβος ἅμ' ἕσπετο: τιμῶντες δ' ἀρετὰςἐς φανερὰν ὁδὸν ἔρχονται. τεκμαίρειχρῆμ' ἕκαστον: μῶμος ἐξ ἄλλων κρέμαται φθονεόντωντοῖς, οἷς ποτε πρώτοις περὶ δωδέκατον δρόμον 75ἐλαυνόντεσσιν αἰδοία ποτιστάξῃ Χάρις εὐκλέα μορφάν.[ 130] εἰ δ' ἐτύμως ὑπὸ Κυλλάνας ὅροις, Ἁγησία, μάτρωες ἄνδρεςναιετάοντες ἐδώρησαν θεῶν κάρυκα λιταῖς θυσίαιςπολλὰ δὴ πολλαῖσιν Ἑρμᾶν εὐσεβέως, ὃς ἀγῶνας ἔχει μοῖράν τ' ἀέθλωνἈρκαδίαν τ' εὐάνορα τιμᾷ: κεῖνος, ὦ παῖ Σωστράτου, 80σὺν βαρυγδούπῳ πατρὶ κραίνει σέθεν εὐτυχίαν.[ 140] δόξαν ἔχω τιν' ἐπὶ γλώσσᾳ ἀκόνας λιγυρᾶς, ἅ μ' ἐθέλοντα προσέρπει καλλιρόοισι πνοαῖς: ματρομάτωρ ἐμὰ Στυμφαλίς, εὐανθὴς Μετώπα, πλάξιππον ἃ Θήβαν ἔτικτεν, τᾶς ἐρατεινὸν ὕδωρ 85πίομαι, ἀνδράσιν αἰχματαῖσι πλέκωνποικίλον ὕμνον. ὄτρυνον νῦν ἑταίρους,[ 150] Αἰνέα, πρῶτον μὲν Ἥραν Παρθενίαν κελαδῆσαι, γνῶναί τ' ἔπειτ', ἀρχαῖον ὄνειδος ἀλαθέσινλόγοις εἰ φεύγομεν, Βοιωτίαν ὗν. ἐσσὶ γὰρ ἄγγελος ὀρθός, 90ἠϋκόμων σκυτάλα Μοισᾶν, γλυκὺς κρατὴρ ἀγαφθέγκτων ἀοιδᾶν: εἰπὸν δὲ μεμνᾶσθαι Συρακοσσᾶν τε καὶ Ὀρτυγίας: τὰν Ιέ̔ ρων καθαρῷ σκάπτῳ διέπων, ἄρτια μηδόμενος, φοινικόπεζαν[ 160] ἀμφέπει Δάματρα, λευκίππου τε θυγατρὸς ἑορτάν, 95καὶ Ζηνὸς Αἰτναίου κράτος. ἁδύλογοι δέ νινλύραι μολπαί τε γιγνώσκοντι. μὴ θράσσοι χρόνος ὄλβον ἐφέρπων. σὺν δὲ φιλοφροσύναις εὐηράτοις Ἁγησία δέξαιτο κῶμονοἴκοθεν οἴκαδ' ἀπὸ Στυμφαλίων τειχέων ποτινισσόμενον,[ 170] ματέρ' εὐμήλοιο λείποντ' Ἀρκαδίας. ἀγαθαὶ δὲ πέλοντ' ἐν χειμερίᾳ 100νυκτὶ θοᾶς ἐκ ναὸς ἀπεσκίμφθαι δύ' ἄγκυραι. θεὸςτῶν τε κείνων τε κλυτὰν αἶσαν παρέχοι φιλέων. δέσποτα ποντομέδων, εὐθὺν δὲ πλόον καμάτωνἐκτὸς ἐόντα δίδοι, χρυσαλακάτοιο πόσιςἈμφιτρίτας, ἐμῶν δ' ὕμνων ἄεξ' εὐτερπὲς ἄνθος. 105

Intertext edge

Open linked passage

Note