Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Olymp
PindarOlymp 7 · textus-receptusMore by Pindar
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar"> —
⋯
More
Original / primary: Textus receptus
7.1
ΔΙΑΓΟΡΑ ΡΟΔΙΩ ΠΥΚΤΗΦιάλαν ὡς εἴ τις ἀφνε- ιᾶς ἀπὸ χειρὸς ἑλὼνἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳδωρήσεταινεανίᾳ γαμβρῷ προπί- νων οἴκοθεν οἴκαδε, πάγ- χρυσον κορυφὰν κτεάνων, 6συμποσίου τε χάριν κᾶ- δός τε τιμάσαις νέον, ἐν δὲ φίλωνπαρεόντων θῆκε νιν ζα- λωτὸν ὁμόφρονος εὐνᾶς· 11καὶ ἐγὼ νέκταρ χυτόν, Μοι- σᾶν δόσιν, ἀεθλοφόροιςἀνδράσιν πέμπων, γλυκὺν καρπὸν φρενός, ἱλάσκομαι, 15Οὐλυμπίᾳ Πυθοῖ τε νι- κώντεσσιν· ὁ δ' ὄλβιος, ὃνφᾶμαι κατέχοντ' ἀγαθαί. Ἄλλοτε δ' ἄλλον ἐποπτεύ- ει Χάρις ζωθάλμιος ἁδυμελεῖ 20θαμὰ μὲν φόρμιγγι παμφώ- νοισι τ' ἐν ἔντεσιν αὐλῶν. Καί νυν ὑπ' ἀμφοτέρων σὺνΔιαγόρᾳ κατέβαν τὰν ποντίανὑμνέων παῖδ'᾿ Αφροδίτας 25᾿ Αελίοιό τε νύμφαν,῾ Ρόδον, εὐθυμάχαν ὄφρα πελώ- ριον ἄνδρα παρ'᾿ Αλφε- ῷ στεφανωσάμενοναἰνέσω πυγμᾶς ἄποινα 30καὶ παρὰ Κασταλίᾳ, πα- τέρα τε Δαμάγητον ἁδόντα Δίκᾳ,᾿ Ασίας εὐρυχόρουτρίπολιν νᾶσον πέλαςἐμβόλῳ ναίοντας᾿ Αργείᾳ σὺν αἰχμᾷ. 35ἐθελήσω τοῖσιν ἐξ ἀρ- χᾶς ἀπὸ Τλαπολέμουξυνὸν ἀγγέλλων διορθῶσαι λόγον,῾ Ηρακλέοςεὐρυσθενεῖ γέννᾳ. Τὸ μὲν 40γὰρ πατρόθεν ἐκ Διὸς εὔ- χονται· τὸ δ'᾿ Αμυντορίδαιματρόθεν᾿ Αστυδαμείας. Ἀμφὶ δ' ἀνθρώπων φρασὶν ἀμπλακίαιἀναρίθμητοι κρέμανται· 45τοῦτο δ' ἀμάχανον εὑρεῖν, ὅ τι νῦν ἐν καὶ τελευτᾷφέρτατον ἀνδρὶ τυχεῖν. Καὶ γὰρ᾿ Αλκμήνας κασίγνητον νόθονσκάπτῳ θένων 50σκληρᾶς ἐλαίας ἔκτανενΤίρυνθι Λικύμνιον ἐλ- θόντ' ἐκ θαλάμων Μιδέαςτᾶσδέ ποτε χθονὸς οἰκι- στὴρ χολωθείς. Αἱ δὲ φρενῶν ταραχαὶ 55παρέπλαγξαν καὶ σοφόν. Μαν- τεύσατο δ' ἐς θεὸν ἐλθών. Τῷ μὲν ὁ Χρυσοκόμας εὐ- ώδεος ἐξ ἀδύτου ναῶν πλόονεἶπε Λερναίας ἀπ' ἀκτᾶς 60εὐθὺν ἐς ἀμφιθάλασσον νομόν, ἔνθα ποτὲ βρέχε θεῶνβασιλεὺς ὁ μέγας χρυ- σέαις νιφάδεσσι πόλιν, ἁνίχ'῾ Αφαίστου τέχναισιν 65χαλκελάτῳ πελέκει πα- τέρος Αθαναία κορυφὰν κατ' ἄκρανἀνορούσαισ' ἀλάλα- ξεν ὑπερμάκει βοᾷ· Οὐρανὸς δ' ἔφριξέ νιν καὶ Γαῖα μάτηρ. 70Τότε καὶ φαυσίμβροτος δαί- μων Ὑπεριονίδαςμέλλον ἔντειλεν φυλάξασθαι χρέοςπαισὶν φίλοις, ὡς ἂν θεᾷ πρῶτοι κτίσαι- εν βωμὸν ἐναργέα, καὶ 76σεμνὰν θυσίαν θέμενοιπατρί τε θυμὸν ἰάναι- εν κόρα τ' ἐγχειβρόμῳ. Ἐν δ' ἀρετὰνἔβαλεν καὶ χάρματ' ἀνθρώ- ποισι Προμαθέος Αἰδώς· 81Ἐπὶ μὰν βαίνει τε καὶ λά- θας ἀτέκμαρτα νέφος, καὶ παρέλκει πραγμάτων ὀρθὰν ὁδὸνἔξω φρενῶν. 85Καὶ τοὶ γὰρ αἰθοίσας ἔχον- τες σπέρμ' ἀνέβαν φλογὸς οὔ· τεῦξαν δ' ἀπύροις ἱεροῖςἄλσος ἐν ἀκροπόλει· κεί- νοις ὁ μὲν ξανθὰν ἀγαγὼν νεφέλαν 90πολὺν ὗσε χρυσόν· αὐτὰδέ σφισιν ὤπασε τέχνανπᾶσαν ἐπιχθονίων Γλαυκ- ῶπις ἀριστοπόνοις χερσὶ κρατεῖν. Ἔργα δὲ ζωοῖσιν ἑρπόν- τεσσί θ' ὁμοῖα κέλευθοι φέρον· 96ἦν δὲ κλέος βαθύ. Δαέν- τι δὲ καὶ σοφία μεί- ζων ἄδολος τελέθει. Φαντὶ δ' ἀνθρώπων παλαιαὶ 100ῥήσιες, οὔπω, ὅτε χθό- να δατέοντο Ζεύς τε καὶ ἀθάνατοι, φανερὰν ἐν πελάγει῾ Ρόδον ἔμμεν ποντίῳ, ἁλμυροῖς δ' ἐν βένθεσιν νᾶσον κεκρύφθαι. 105Ἀπεόντος δ' οὔτις ἔνδει- ξεν λάχος᾿ Αελίου· καί ῥά μιν χώρας ἀκλάρωτον λίπον, ἁγνὸν θεόν. Μνασθέντι δὲ Ζεὺς ἄμπαλον 110μέλλεν θέμεν. Ἀλλά νιν οὐκεἴασεν· ἐπεὶ πολιᾶςεἶπέ τιν' αὐτὸς ὁρᾶν ἔν- δον θαλάσσας αὐξομέναν πεδόθενπολύβοσκον γαῖαν ἀνθρώ- ποισι καὶ εὔφρονα μήλοις. 116Ἐκέλευσεν δ' αὐτίκα χρυσ- άμπυκα μὲν Λάχεσινχεῖρας ἀντεῖναι, θεῶν δ' ὅρκον μέγανμὴ παρφάμεν, 120ἀλλὰ Κρόνου σὺν παιδὶ νεῦ- σαι, φαεννὸν ἐς αἰθέρα νινπεμφθεῖσαν ἑᾷ κεφαλᾷἐξοπίσω γέρας ἔσσε- σθαι. Τελεύταθεν δὲ λόγων κορυφαὶ 125ἐν ἀλαθείᾳ πετοῖσαι. Βλάστε μὲν ἐξ ἁλὸς ὑγρᾶςνᾶσος, ἔχει τέ νιν ὀξει- ᾶν ὁ γενέθλιος ἀκτίνων πατήρ, πῦρ πνεόντων ἀρχὸς ἵππων· 130ἔνθα῾ Ρόδῳ ποτὲ μιχθεὶς τέκενἑπτὰ σοφώτατα νοή- ματ' ἐπὶ προτέρων ἀν- δρῶν παραδεξαμένουςπαῖδας, ὧν εἷς μὲν Κάμειρον 135πρεσβύτατόν τε᾿ Ιάλυ- σον ἔτεκεν Λίνδον τ'· ἀπάτερθε δ' ἔχον, διὰ γαῖαν τρίχα δασ- σάμενοι πατρωίαν, ἀστέων μοῖραν, κέκληνται δέ σφιν ἕδραι. 140Τόθι λύτρον συμφορᾶς οἰκ- τρᾶς γλυκὺ Τλαπολέμῳἵσταται Τιρυνθίων ἀρχαγέτᾳ, ὥσπερ θεῷ, μήλων τε κνισσάεσσα πομ- πὰ καὶ κρίσις ἀμφ' ἀέθλοις. 146Τῶν ἄνθεσι Διαγόραςἐστεφανώσατο δίς, κλει- νᾷ τ' ἐν᾿ Ισθμῷ τετράκις εὐτυχέων, Νεμέᾳ τ' ἄλλαν ἐπ' ἄλλα, 150καὶ κρανααῖς ἐν᾿ Αθάναις. Ὅ τ' ἐν῎ Αργει χαλκὸς ἔγνωνιν, τά τ' ἐν᾿ Αρκαδίᾳἔργα καὶ Θήβαις, ἀγῶνές τ' ἔννομοιΒοιωτίων, 155Πέλλανα τ' Αἴγινά τε νι- κῶνθ' ἑξάκις. Ἐν Μεγάροι- σίν τ' οὐχ ἕτερον λιθίναψᾶφος ἔχει λόγον. Ἄλλ', ὦΖεῦ πάτερ, νώτοισιν᾿ Αταβυρίου 160μεδέων, τίμα μὲν ὕμνουτεθμὸν᾿ Ολυμπιονίκαν, ἄνδρα τε πὺξ ἀρετὰν εὑ- ρόντα, δίδοι τέ οἱ αἰδοίαν χάρινκαὶ ποτ' ἀστῶν καὶ ποτὶ ξεί- νων. Ἐπεὶ ὕβριος ἐχθρὰν ὁδὸν 166εὐθυπορεῖ, σάφα δαεὶςἅ τέ οἱ πατέρων ὀρ- θαὶ φρένες ἐξ ἀγαθῶνἔχρεον. Μὴ κρύπτε κοινὸν 170σπέρμ' ἀπὸ Καλλιάνακτος·᾿ Ερατιδᾶν τοι σὺν χαρίτεσσιν ἔχειθαλίας καὶ πόλις· ἐνδὲ μιᾷ μοίρᾳ χρόνουἄλλοτ' ἀλλοῖαι διαιθύσσοισιν αὖραι.

Intertext edge

Open linked passage

Note