Olymp
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
8.1
ΑΛΚΙΜΕΔΟΝΤΙ ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗιμᾶτερ ὦ χρυσοστεφάνων ἀέθλων, Οὐλυμπία, δέσποιν᾽ ἀλαθείας: ἵνα μάντιες ἄνδρεςἐμπύροις τεκμαιρόμενοι παραπειρῶνται Διὸς ἀργικεραύνου, εἴ τιν᾽ ἔχει λόγον ἀνθρώπων πέρι5 μαιομένων μεγάλανἀρετὰν θυμῷ λαβεῖν, τῶν δὲ μόχθων ἀμπνοάν:[ 10] ἄνεται δὲ πρὸς χάριν εὐσεβίας ἀνδρῶν λιταῖς. ἀλλ᾽ ὦ Πίσας εὔδενδρον ἐπ᾽ Ἀλφεῷ ἄλσος, 10 τόνδε κῶμον καὶ στεφαναφορίαν δέξαι. μέγα τοι κλέος αἰεί, ᾧτινι σὸν γέρας ἕσπητ᾽ ἀγλαόν: ἄλλα δ᾽ ἐπ᾽ ἄλλον ἔβανἀγαθῶν, πολλαὶ δ᾽ ὁδοὶσὺν θεοῖς εὐπραγίας. 15 Τιμόσθενες, ὔμμε δ᾽ ἐκλάρωσεν πότμος[ 20] Ζηνὶ γενεθλίῳ: ὃς σὲ μὲν Νεμέᾳ πρόφατον, Ἀλκιμέδοντα δὲ πὰρ Κρόνου λόφῳθῆκεν Ὀλυμπιονίκαν. ἦν δ᾽ ἐσορᾶν καλός, ἔργῳ τ᾽ οὐ κατὰ εἶδος ἐλέγχων20 ἐξένεπε κρατέων πάλᾳ δολιχήρετμον Αἴγιναν πάτραν: ἔνθα σώτειρα Διὸς ξενίουπάρεδρος ἀσκεῖται Θέμις[ 30] ἔξοχ᾽ ἀνθρώπων. ὅ τι γὰρ πολὺ καὶ πολλᾷ ῥέπῃ, ὀρθᾷ διακρίνειν φρενὶ μὴ παρὰ καιρόν, 25 δυσπαλές: τεθμὸς δέ τις ἀθανάτων καὶ τάνδ᾽ ἁλιερκέα χώρανπαντοδαποῖσιν ὑπέστασε ξένοιςκίονα δαιμονίανὁ δ᾽ ἐπαντέλλων χρόνοςτοῦτο πράσσων μὴ κάμοι30[ 40] Δωριεῖ λαῷ ταμιευομέναν ἐξ Αἰακοῦ: τὸν παῖς ὁ Λατοῦς εὐρυμέδων τε Ποσειδᾶν, Ἰλίῳ μέλλοντες ἐπὶ στέφανον τεῦξαι, καλέσαντο συνεργὸντείχεος, ἦν ὅτι νιν πεπρωμένονὀρνυμένων πολέμων35 πτολιπόρθοις ἐν μάχαιςλάβρον ἀμπνεῦσαι καπνόν. γλαυκοὶ δὲ δράκοντες, ἐπεὶ κτίσθη νέον,[ 50] πύργον ἐσαλλόμενοι τρεῖς, οἱ δύο μὲν κάπετον, αὖθι δ᾽ ἀτυζομένω ψυχὰς βάλον: 40 εἷς δ᾽ ἀνόρουσε βοάσαις. ἔννεπε δ᾽ ἀντίον ὁρμαίνων τέρας εὐθὺς, Ἀπόλλων:‘ Πέργαμος ἀμφὶ τεαῖς, ἥρως, χερὸς ἐργασίαι ἁλίσκεται: ὣς ἐμοὶ φάσμα λέγει Κρονίδα[ 59] πεμφθὲν βαρυγδούπου Διός: 45 οὐκ ἄτερ παίδων σέθεν, ἀλλ᾽ ἅμα πρώτοις ῥάζεταικαὶ τερτάτοις.’ ὣς ἆρα θεὸς σάφα εἴπαιςΞάνθον ἤπειγεν καὶ Ἀμαζόνας εὐίππους καὶ ἐς Ἴστρον ἐλαύνων. Ὀρσοτρίαινα δ᾽ ἐπ᾽ Ἰσθμῷ ποντίᾳἅρμα θοὸν τανύεν, 50 ἀποπέμπων Αἰακὸνδεῦρ᾽ ἀν᾽ ἵπποις χρυσέαις, καὶ Κορίνθου δειράδ᾽ ἐποψόμενος δαιτικλυτάν.[ 70] τερπνὸν δ᾽ ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν. εἰ δ᾽ ἐγὼ Μελησίᾳ ἐξ ἀγενείων κῦδος ἀνέδραμον ὕμνῳ, 55 μὴ βαλέτω με λίθῳ τραχεῖ φθόνος: καὶ Νεμέᾳ γὰρ ὁμῶςἐρέω ταύταν χάριν, τὰν δ᾽ ἔπειτ᾽ ἀνδρῶν μάχανἐκ παγκρατίου. τὸ διδάξασθαι δέ τοι60 εἰδότι ῥᾴτερον: ἄγνωμον δὲ τὸ μὴ προμαθεῖν:[ 80] κουφότεραι γὰρ ἀπειράτων φρένες. κεῖνα δὲ κεῖνος ἂν εἴποιἔργα περαίτερον ἄλλων, τίς τρόπος ἄνδρα προβάσειἐξ ἱερῶν ἀέθλων μέλλοντα ποθεινοτάταν δόξαν φέρειν. 65 νῦν μὲν αὐτῷ γέρας Ἀλκιμέδωννίκαν τριακοστὰν ἑλών: ὃς τύχᾳ μὲν δαίμονος, ἀνορέας δ᾽ οὐκ ἀμπλακὼν[ 90] ἐν τέτρασιν παίδων ἀπεθήκατο γυίοιςνόστον ἔχθιστον καὶ ἀτιμοτέραν γλῶσσαν καὶ ἐπίκρυφον οἶμον, 70 πατρὶ δὲ πατρὸς ἐνέπνευσεν μένοςγήραος ἀντίπαλον. Ἀΐδα τοι λάθεταιἄρμενα πράξαις ἀνήρ. ἀλλ᾽ ἐμὲ χρὴ μναμοσύναν ἀνεγείροντα φράσαι75 χειρῶν ἄωτον Βλεψιάδαις ἐπίνικον,[ 100] ἕκτος οἷς ἤδη στέφανος περίκειται φυλλοφόρων ἀπ᾽ ἀγώνων. ἔστι δὲ καί τι θανόντεσσιν μέροςκὰν νόμον ἐρδομένων: κατακρύπτει δ᾽ οὐ κόνις80 συγγόνων κεδνὰν χάριν. Ἑρμᾶ δὲ θυγατρὸς ἀκούσαις ἸφίωνἈγγελίας, ἐνέποι κεν Καλλιμάχῳ λιπαρὸνκόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένει[ 110] ὤπασεν. ἐσλὰ δ᾽ ἐπ᾽ ἐσλοῖς85 ἔργ᾽ ἐθέλοι δόμεν, ὀξείας δὲ νόσους ἀπαλάλκοι. εὔχομαι ἀμφὶ καλῶν μοίρᾳ Νέμεσιν διχόβουλον μὴ θέμεν: ἀλλ᾽ ἀπήμαντον ἄγων βίοτοναὐτούς τ᾽ ἀέξοι καὶ πόλιν.