Olymp
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
9.1
ΕΦΑΡΜΟΣΤΩι ΟΠΟΥΝΤΙΩι ΠΑΛΑΙΣΤΗιτὸ μὲν Ἀρχιλόχου μέλοςφωνᾶεν Ὀλυμπίᾳ, καλλίνικος ὁ τριπλόος κεχλαδώς, ἄρκεσε Κρόνιον παρ᾽ ὄχθον ἁγεμονεῦσαικωμάζοντι φίλοις Ἐφαρμόστῳ σὺν ἑταίροις: 5 ἀλλὰ νῦν ἑκαταβόλων Μοισᾶν ἀπὸ τόξων[ 10] Δία τε φοινικοστερόπαν σεμνόν τ᾽ ἐπίνειμαιἀκρωτήριον Ἄλιδοςτοιοῖσδε βέλεσσιν, τὸ δή ποτε Λυδὸς ἥρως Πέλοψ10 ἐξάρατο κάλλιστον ἕδνον Ἱπποδαμείας: πτερόεντα δ᾽ ἵει γλυκὺνΠυθώναδ᾽ ὀϊστόν: οὔτοι χαμαιπετέων λόγων ἐφάψεαι[ 20] ἀνδρὸς ἀμφὶ παλαίσμασιν φόρμιγγ᾽ ἐλελίζωνκλεινᾶς ἐξ Ὀπόεντος: αἰνήσαις ἓ καὶ υἱόν, 15 ἃν Θέμις θυγάτηρ τέ οἱ σώτειρα λέλογχενμεγαλόδοξος Εὐνομία, θάλλει δ᾽ ἀρεταῖσινσόν τε, Κασταλία, πάραἈλφεοῦ τε ῥέεθρον:[ 30] ὅθεν στεφάνων ἄωτοι κλυτὰν20 Λοκρῶν ἐπαείροντι ματέρ᾽ ἀγλαόδενδρον. ἐγὼ δέ τοι φίλαν πόλινμαλεραῖς ἐπιφλέγων ἀοιδαῖς, καὶ ἀγάνορος ἵππουθᾶσσον καὶ ναὸς ὑποπτέρου παντᾷ25 ἀγγελίαν πέμψω ταύταν, εἰ σύν τινι μοιριδίῳ παλάμᾳ[ 40] ἐξαίρετον Χαρίτων νέμομαι κᾶπον: κεῖναι γὰρ ὤπασαν τὰ τέρπν᾽: ἀγαθοὶ δὲ καὶ σοφοὶ κατὰ δαίμον᾽ ἄνδρεςἐγένοντ᾽: ἐπεὶ ἀντία30 πῶς ἂν τριόδοντος Ἡρακλέης σκύταλον τίναξε χερσίν, ἁνίκ᾽ ἀμφὶ Πύλον σταθεὶς ἤρειδε Ποσειδᾶνἤρειδεν δέ νιν ἀργυρέῳ τόξῳ πολεμίζων[ 50] Φοῖβος, οὐδ᾽ Ἀΐδας ἀκινήταν ἔχε ῥάβδον, βρότεα σώμαθ᾽ ᾇ κατάγει κοίλαν πρὸς ἀγυιὰν35 θνᾳσκόντων; ἀπό μοι λόγοντοῦτον, στόμα, ῥῖψον: ἐπεὶ τό γε λοιδορῆσαι θεοὺςἐχθρὰ σοφία, καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸνμανίαισιν ὑποκρέκει. 40[ 60] μὴ νῦν λαλάγει τὰ τοιαῦτ᾽: ἔα πόλεμον μάχαν τε πᾶσανχωρὶς ἀθανάτων: φέροις δὲ Πρωτογενείαςἄστει γλῶσσαν, ἵν᾽ αἰολοβρόντα Διὸς αἴσᾳΠύρρα Δευκαλίων τε Παρνασοῦ καταβάντεδόμον ἔθεντο πρῶτον, ἄτερ δ᾽ εὐνᾶς ὁμόδαμον45[ 70] κτισσάσθαν λίθινον γόνον: λαοὶ δ᾽ ὀνύμασθεν. ἔγειρ᾽ ἐπέων σφιν οἶμον λιγύν, αἴνει δὲ παλαιὸν μὲν οἶνον, ἄνθεα δ᾽ ὕμνωννεωτέρων. λέγοντι μὰν50 χθόνα μὲν κατακλύσαι μέλαινανὕδατος σθένος, ἀλλὰΖηνὸς τέχναις ἀνάπωτιν ἐξαίφναςἄντλον ἑλεῖν. κείνων ἔσαν[ 80] χαλκάσπιδες ὑμέτεροι πρόγονοι55 ἀρχᾶθεν Ἰαπετιονίδος φύτλαςκοῦροι κορᾶν καὶ φερτάτων Κρονιδᾶν, ἐγχώριοι βασιλῆες αἰεί, πρὶν Ὀλύμπιος ἁγεμὼνθύγατρ᾽ ἀπὸ γᾶς Ἐπειῶν Ὀπόεντος ἀναρπάσαις, ἕκαλοςμίχθη Μαιναλίαισιν ἐν δειραῖς, καὶ ἔνεικεν60[ 90] Λοκρῷ, μὴ καθέλοι μιν αἰὼν πότμον ἐφάψαιςὀρφανὸν γενεᾶς. ἔχεν δὲ σπέρμα μέγιστονἄλοχος, εὐφράνθη τε ἰδὼν ἥρως θετὸν υἱόν, μάτρωος δ᾽ ἐκάλεσσέ νινἰσώνυμον ἔμμεν, 65 ὑπέρφατον ἄνδρα μορφᾷ τε καὶ[ 100] ἔργοισι. πόλιν δ᾽ ὤπασεν λαόν τε διαιτᾶν. ἀφίκοντο δέ οἱ ξένοι, ἔκ τ᾽ Ἄργεος ἔκ τε Θηβᾶν, οἱ δ᾽ Ἀρκάδες, οἱ δὲ καὶ Πισᾶται: υἱὸν δ᾽ Ἄκτορος ἐξόχως τίμασεν ἐποίκων70 Αἰγίνας τε Μενοίτιον: τοῦ παῖς ἅμ᾽ ἈτρείδαιςΤεύθραντος πεδίον μολὼν ἔστα σὺν Ἀχιλλεῖ[ 110] μόνος, ὅτ᾽ ἀλκᾶντας Δαναοὺς τρέψαις ἁλίαισινπρύμναις Τήλεφος ἔμβαλεν: ὥστ᾽ ἔμφρονι δεῖξαι75 μαθεῖν Πατρόκλου βιατὰν νόον. ἐξ οὗ Θέτιος γόνος οὐλίῳ νιν ἐν Ἄρειπαραγορεῖτο μή ποτεσφετέρας ἄτερθε ταξιοῦσθαιδαμασιμβρότου αἰχμᾶς. 80[ 120] εἴην εὑρησιεπὴς ἀναγεῖσθαιπρόσφορος ἐν Μοισᾶν δίφρῳ: τόλμα δὲ καὶ ἀμφιλαφὴς δύναμιςἕσποιτο. προξενίᾳ δ᾽ ἀρετᾷ τ᾽ ἦλθοντιμάορος Ἰσθμίαισι Λαμπρομάχου μίτραις, ὅτ᾽ ἀμφότεροι κράτησαν85 μίαν ἔργον ἀν᾽ ἁμέραν. ἄλλαι δὲ δύ᾽ ἐν Κορίνθου πύλαις ἐγένοντ᾽ ἔπειτα χάρμαι,[ 130] ταὶ δὲ καὶ Νεμέας Ἐφαρμόστῳ κατὰ κόλπον: Ἄργει τ᾽ ἔσχεθε κῦδος ἀνδρῶν, παῖς δ᾽ ἐν Ἀθάναις, οἷον δ᾽ ἐν Μαραθῶνι συλαθεὶς ἀγενείων90 μένεν ἀγῶνα πρεσβυτέρων ἀμφ᾽ ἀργυρίδεσσιν: φῶτας δ᾽ ὀξυρεπεῖ δόλῳἀπτῶτι δαμάσσαις[ 140] διήρχετο κύκλον ὅσσᾳ βοᾷ, ὡραῖος ἐὼν καὶ καλὸς κάλλιστά τε ῥέξαις. 95 τὰ δὲ Παρρασίῳ στρατῷθαυμαστὸς ἐὼν φάνη Ζηνὸς ἀμφὶ πανάγυριν Λυκαίου, καὶ ψυχρᾶν ὁπότ᾽ εὐδιανὸν φάρμακον αὐρᾶνΠελλάνᾳ φέρε: σύνδικος δ᾽ αὐτῷ Ἰολάου[ 150] τύμβος εἰναλία τ᾽ Ἐλευσὶς ἀγλαΐαισιν. 100 τὸ δὲ φυᾷ κράτιστον ἅπαν: πολλοὶ δὲ διδακταῖςἀνθρώπων ἀρεταῖς κλέοςὤρουσαν ἀρέσθαι. ἄνευ δὲ θεοῦ σεσιγαμένονοὐ σκαιότερον χρῆμ᾽ ἕκαστον. ἐντὶ γὰρ ἄλλαι105 ὁδῶν ὁδοὶ περαίτεραι,[ 160] μία δ᾽ οὐχ ἅπαντας ἄμμε θρέψειμελέτα: σοφίαι μὲναἰπειναί: τοῦτο δὲ προσφέρων ἆθλον, ὄρθιον ὤρυσαι θαρσέων, 110 τόνδ᾽ ἀνέρα δαιμονίᾳ γεγάμενεὔχειρα, δεξιόγυιον, ὁρῶντ᾽ ἀλκάν, Αἰάντειόν τ᾽ ἐν δαιτὶ Ἰλιάδα νικῶν ἐπεστεφάνωσε βωμόν.