Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Pythian
PindarIsthmian 10 · textus-receptusMore by Pindar
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar"> —
⋯
More
Original / primary: Textus receptus
10.1
ΙΠΠΟΚΛΕΙ ΘΕΣΣΑΛΩι ΠΑΙΔΙ ΔΙΑΥΛΟΔΡΟΜΩιὄλβια Λακεδαίμων, μάκαιρα Θεσσαλία: πατρὸς δ᾽ ἀμφοτέραις ἐξ ἑνὸςἀριστομάχου γένος Ἡρακλεῦς βασιλεύει. τί κομπέω παρὰ καιρόν; ἀλλά με Πυθώ τε καὶ τὸ Πελινναῖον ἀπύει5 Ἀλεύα τε παῖδες, Ἱπποκλέᾳ ἐθέλοντες[ 10] ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα. γεύεται γὰρ ἀέθλων: στρατῷ τ᾽ ἀμφικτιόνων ὁ Παρνάσιος αὐτὸν μυχὸςδιαυλοδρομᾶν ὕπατον παίδων ἀνέειπεν. 10 Ἄπολλον, γλυκὺ δ᾽ ἀνθρώπων τέλος ἀρχά τε δαίμονος ὀρνύντος αὔξεται: ὁ μέν που τεοῖς γε μήδεσι τοῦτ᾽ ἔπραξεν:[ 20] τὸ δὲ συγγενὲς ἐμβέβακεν ἴχνεσιν πατρὸςὈλυμπιονίκα δὶς ἐν πολεμαδόκοιςἌρεος ὅπλοις: 15 ἔθηκε καὶ βαθυλείμων ὑπὸ Κίρρας ἀγὼνπέτραν κρατησίποδα Φρικίαν. ἕσποιτο μοῖρα καὶ ὑστέραισινἐν ἁμέραις ἀγάνορα πλοῦτον ἀνθεῖν σφίσιν: τῶν δ᾽ ἐν Ἑλλάδι τερπνῶν20[ 30] λαχόντες οὐκ ὀλίγαν δόσιν, μὴ φθονεραῖς ἐκ θεῶνμετατροπίαις ἐπικύρσαιεν. θεὸς εἴηἀπήμων κέαρ: εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος ἀνὴρ γίγνεται σοφοῖς, ὃς ἂν χερσὶν ἢ ποδῶν ἀρετᾷ κρατήσαιςτὰ μέγιστ᾽ ἀέθλων ἕλῃ τόλμᾳ τε καὶ σθένει, 25 καὶ ζώων ἔτι νεαρὸν[ 40] κατ᾽ αἶσαν υἱὸν ἴδῃ τυχόντα στεφάνων Πυθίων. ὁ χάλκεος οὐρανὸς οὔ ποτ᾽ ἀμβατὸς αὐτῷ. ὅσαις δὲ βροτὸν ἔθνος ἀγλαΐαις ἁπτόμεσθα, περαίνει πρὸς ἔσχατονπλόον. ναυσὶ δ᾽ οὔτε πεζὸς ἰών κεν εὕροις30 ἐς Ὑπερβορέων ἀγῶνα θαυματὰν ὁδόν.[ 50] παρ᾽ οἷς ποτε Περσεὺς ἐδαίσατο λαγέτας, δώματ᾽ ἐσελθών, κλειτὰς ὄνων ἑκατόμβας ἐπιτόσσαις θεῷῥέζοντας: ὧν θαλίαις ἔμπεδον35 εὐφαμίαις τε μάλιστ᾽ Ἀπόλλωνχαίρει, γελᾷ θ᾽ ὁρῶν ὕβριν ὀρθίαν κνωδάλων. Μοῖσα δ᾽ οὐκ ἀποδαμεῖτρόποις ἐπὶ σφετέροισι: παντᾷ, δὲ χοροὶ παρθένων[ 60] λυρᾶν τε βοαὶ καναχαί τ᾽ αὐλῶν δονέονται: 40 δάφνᾳ τε χρυσέᾳ κόμας ἀναδήσαντες εἰλαπινάζοισιν εὐφρόνως. νόσοι δ᾽ οὔτε γῆρας οὐλόμενον κέκραταιἱερᾷ γενεᾷ: πόνων δὲ καὶ μαχᾶν ἄτεροἰκέοισι φυγόντεςὑπέρδικον Νέμεσιν. θρασείᾳ δὲ πνέων καρδίᾳ45[ 70] μόλεν Δανάας ποτὲ παῖς, ἁγεῖτο δ᾽ Ἀθάνα, ἐς ἀνδρῶν μακάρων ὅμιλον: ἔπεφνέν τε Γοργόνα, καὶ ποικίλον κάραδρακόντων φόβαισιν ἤλυθε νασιώταιςλίθινον θάνατον φέρων. ἐμοὶ δὲ θαυμάσαιθεῶν τελεσάντων οὐδέν ποτε φαίνεται50 ἔμμεν ἄπιστον.[ 80] κώπαν σχάσον, ταχὺ δ᾽ ἄγκυραν ἔρεισον χθονὶπρῴραθε, χοιράδος ἄλκαρ πέτρας. ἐγκωμίων γὰρ ἄωτος ὕμνωνἐπ᾽ ἄλλοτ᾽ ἄλλον ὥτε μέλισσα θύνει λόγον. 55 ἔλπομαι δ᾽ Ἐφυραίωνὄπ᾽ ἀμφὶ Πηνεϊὸν γλυκεῖαν προχεόντων ἐμὰντὸν Ἱπποκλέαν ἔτι καὶ μᾶλλον σὺν ἀοιδαῖς[ 90] ἕκατι στεφάνων θαητὸν ἐν ἅλιξι θησέμεν ἐν καὶ παλαιτέροις, νέαισίν τε παρθένοισι μέλημα. καὶ γὰρ60 ἑτέροις ἑτέρων ἔρως ὑπέκνισε φρένας: τῶν δ᾽ ἕκαστος ὀρούει, τυχών κεν ἁρπαλέαν σχέθοι φροντίδα τὰν πὰρ ποδός: τὰ δ᾽ εἰς ἐνιαυτὸν ἀτέκμαρτον προνοῆσαι.[ 100] πέποιθα ξενίᾳ προσανέϊ Θώρακος, ὅσπερ ἐμὰν ποιπνύων χάριν65 τόδ᾽ ἔζευξεν ἅρμα Πιερίδων τετράορον, φιλέων φιλέοντ᾽, ἄγων ἄγοντα προφρόνως. πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπεικαὶ νόος ὀρθός. ἀδελφεοὺς Ε῎ τ᾽ ἐπαινήσομεν ἐσλούς, ὅτι70 ὑψοῦ φέροντι νόμον Θεσσαλῶν[ 110] αὔξοντες: ἐν δ᾽ ἀγαθοῖσι κεῖνταιπατρώϊαι κεδναὶ πολίων κυβερνάσιες.

Intertext edge

Open linked passage

Note