Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Pythian
PindarIsthmian 11 · textus-receptusMore by Pindar
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar"> —
⋯
More
Original / primary: Textus receptus
11.1
ΘΡΑΣΥΔΑΙΩι ΘΗΒΑΙΩι ΠΑΙΔΙ ΣΤΑΔΙΕΙΚάδμου κόραι, Σεμέλα μὲν Ὀλυμπιάδων ἀγυιᾶτις, Ἰνώ τε Λευκοθέα ποντιᾶν ὁμοθάλαμε Νηρηΐδων, ἴτε σὺν Ἡρακλέος ἀριστογόνῳματρὶ πὰρ Μελίαν χρυσέων ἐς ἄδυτον τριπόδων5 θησαυρόν, ὃν περίαλλ᾽ ἐτίμασε Λοξίας,[ 10] Ἰσμήνιον δ᾽ ὀνύμαξεν, ἀλαθέα μαντίων θῶκον, ὦ παῖδες Ἁρμονίας, ἔνθα καί νυν ἐπίνομον ἡρωΐδωνστρατὸν ὁμαγερέα καλεῖ συνίμεν, ὄφρα Θέμιν ἱερὰν Πυθῶνά τε καὶ ὀρθοδίκαν10 γᾶς ὀμφαλὸν κελαδήσετ᾽ ἄκρᾳ σὺν ἑσπέρᾳ, ἑπταπύλοισι Θήβαις[ 20] χάριν ἀγῶνί τε Κίρρας, ἐν τῷ Θρασυδαῖος ἔμνασεν ἑστίαντρίτον ἐπὶ στέφανον πατρῴαν βαλών, 15 ἐν ἀφνεαῖς ἀρούραισι Πυλάδανικῶν ξένου Λάκωνος Ὀρέστα. τὸν δὴ φονευομένου πατρὸς Ἀρσινόα Κλυταιμνήστραςχειρῶν ὕπο κρατερᾶν ἐκ δόλου τροφὸς ἄνελε δυσπενθέος, ὁπότε Δαρδανίδα κόραν Πριάμου20[ 30] Κασσάνδραν πολιῷ χαλκῷ σὺν Ἀγαμεμνονίᾳψυχᾷ πόρευσ᾽ Ἀχέροντος ἀκτὰν παρ᾽ εὔσκιοννηλὴς γυνά. πότερόν νιν ἄρ᾽ Ἰφιγένει᾽ ἐπ᾽ Εὐρίπῳσφαχθεῖσα τῆλε πάτρας ἔκνισεν βαρυπάλαμον ὄρσαι χόλον; ἢ ἑτέρῳ λέχεϊ δαμαζομέναν25[ 40] ἔννυχοι πάραγον κοῖται; τὸ δὲ νέαις ἀλόχοιςἔχθιστον ἀμπλάκιον καλύψαι τ᾽ ἀμάχανονἀλλοτρίαισι γλώσσαις: κακολόγοι δὲ πολῖται. ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον: 30 ὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει. θάνεν μὲν αὐτὸς ἥρως Ἀτρεΐδαςἵκων χρόνῳ κλυταῖς ἐν Ἀμύκλαις,[ 50] μάντιν τ᾽ ὄλεσσε κόραν, ἐπεὶ ἀμφ᾽ Ἑλένᾳ πυρωθέντωνΤρώων ἔλυσε δόμους ἁβρότατος. ὁ δ᾽ ἄρα γέροντα ξένον35 Στρόφιον ἐξίκετο, νέα κεφαλά, Παρνασοῦ πόδα ναίοντ᾽: ἀλλὰ χρονίῳ σὺν Ἄρειπέφνεν τε ματέρα θῆκέ τ᾽ Αἴγισθον ἐν φοναῖς. ἦ ῥ᾽, ὦ φίλοι, κατ᾽ ἀμευσιπόρους τριόδους ἐδινήθην,[ 60] ὀρθὰν κέλευθον ἰὼν τὸ πρίν: ἤ μέ τις ἄνεμος ἔξω πλόου40 ἔβαλεν, ὡς ὅτ᾽ ἄκατον εἰναλίαν; Μοῖσα, τὸ δὲ τεόν, εἰ μισθοῖο συνέθευ παρέχεινφωνὰν ὑπάργυρον, ἄλλοτ᾽ ἄλλᾳ ταρασσέμενἢ πατρὶ Πυθονίκῳτό γέ νυν ἢ Θρασυδαίῳ: 45 τῶν εὐφροσύνα τε καὶ δόξ᾽ ἐπιφλέγει.[ 70] τὰ μὲν ἐν ἅρμασι καλλίνικοι πάλαι, Ὀλυμπίᾳ ἀγώνων πολυφάτωνἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις: Πυθοῖ τε γυμνὸν ἐπὶ στάδιον καταβάντες ἤλεγξαν50 Ἑλλανίδα στρατιὰν ὠκύτατι. θεόθεν ἐραίμαν καλῶν, δυνατὰ μαιόμενος ἐν ἁλικίᾳ. τῶν γὰρ ἂμ πόλιν εὑρίσκων τὰ μέσα μακροτέρῳ[ 80] ὄλβῳ τεθαλότα, μέμφομ᾽ αἶσαν τυραννίδων: ξυναῖσι δ᾽ ἀμφ᾽ ἀρεταῖς τέταμαι. φθονεροὶ δ᾽ ἀμύνονται55 ἆται, εἴ τις ἄκρον ἑλὼν ἁσυχᾶ τε νεμόμενος αἰνὰν ὕβρινἀπέφυγεν: μέλανος ἂν ἐσχατιὰνκαλλίονα θανάτου στείχοι, γλυκυτάτᾳ γενεᾷ[ 90] εὐώνυμον κτεάνων κρατίσταν χάριν πορών. ἅ τε τὸν Ἰφικλείδαν60 διαφέρει Ἰόλαονὑμνητὸν ἐόντα, καὶ Κάστορος βίαν, σέ τε, ἄναξ Πολύδευκες, υἱοὶ θεῶν, τὸ μὲν παρ᾽ ἆμαρ ἕδραισι Θεράπνας, τὸ δ᾽ οἰκέοντας ἔνδον Ὀλύμπου.

Intertext edge

Open linked passage

Note