Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Pythian
PindarIsthmian 12 · textus-receptusMore by Pindar
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar"> —
⋯
More
Original / primary: Textus receptus
12.1
ΜΙΔΑι ΑΚΡΑΓΑΝΤΙΝΩι ΑΥΛΗΤΗιαἰτέω σε, φιλάγλαε, καλλίστα βροτεᾶν πολίων, Φερσεφόνας ἕδος, ἅ τ᾽ ὄχθαις ἔπι μηλοβότουναίεις Ἀκράγαντος ἐΰδματον κολώναν, ὦ ἄνα, ἵλαος ἀθανάτων ἀνδρῶν τε σὺν εὐμενίᾳ5[ 10] δέξαι στεφάνωμα τόδ᾽ ἐκ Πυθῶνος εὐδόξῳ Μίδᾳ, αὐτόν τέ νιν Ἑλλάδα νικάσαντα τέχνᾳ, τάν ποτεΠαλλὰς ἐφεῦρε θρασειᾶν Γοργόνωνοὔλιον θρῆνον διαπλέξαισ᾽ Ἀθάνα: τὸν παρθενίοις ὑπό τ᾽ ἀπλάτοις ὀφίων κεφαλαῖς10 ἄϊε λειβόμενον δυσπενθέϊ σὺν καμάτῳ,[ 20] Περσεὺς ὁπότε τρίτον ἄνυσσεν κασιγνητᾶν μέρος, εἰναλίᾳ τε Σερίφῳ λαοῖσί τε μοῖραν ἄγων. ἤτοι τό τε θεσπέσιον Φόρκοιο μαύρωσεν γένος, λυγρόν τ᾽ ἔρανον Πολυδέκτᾳ θῆκε ματρός τ᾽ ἔμπεδον15 δουλοσύναν τό τ᾽ ἀναγκαῖον λέχος, εὐπαράου κρᾶτα συλάσαις Μεδοίσας[ 30] υἱὸς Δανάας: τὸν ἀπὸ χρυσοῦ φαμεν αὐτορύτουἔμμεναι. ἀλλ᾽ ἐπεὶ ἐκ τούτων φίλον ἄνδρα πόνωνἐρρύσατο, παρθένος αὐλῶν τεῦχε πάμφωνον μέλος, 20 ὄφρα τὸν Εὐρυάλας ἐκ καρπαλιμᾶν γενύωνχριμφθέντα σὺν ἔντεσι μιμήσαιτ᾽ ἐρικλάγκταν γόον.[ 40] εὗρεν θεός: ἀλλά νιν εὑροῖσ᾽ ἀνδράσι θνατοῖς ἔχειν, ὠνόμασεν κεφαλᾶν πολλᾶν νόμον, εὐκλεᾶ λαοσσόων μναστῆρ᾽ ἀγώνων, 25 λεπτοῦ διανισσόμενον χαλκοῦ θαμὰ καὶ δονάκων, τοὶ παρὰ καλλιχόρῳ ναίοισι πόλει Χαρίτων. Καφισίδος ἐν τεμένει, πιστοὶ χορευτᾶν μάρτυρες.[ 50] εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτουοὐ φαίνεται: ἐκ δὲ τελευτάσει νιν ἤτοι σάμερον30 δαίμων— τὸ δὲ μόρσιμον οὐ παρφυκτόν,— ἀλλ᾽ ἔσται χρόνοςοὗτος, ὃ καί τιν᾽ ἀελπτίᾳ βαλὼνἔμπαλιν γνώμας τὸ μὲν δώσει, τὸ δ᾽ οὔπω.

Intertext edge

Open linked passage

Note