Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Pythian
PindarIsthmian 1 · textus-receptusMore by Pindar
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar"> —
⋯
More
Original / primary: Textus receptus
1.1
ΙΕΡΩΝΙ ΑΙΤΝΑΙΩι ΑΡΜΑΤΙχρυσέα φόρμιγξ, Ἀπόλλωνος καὶ ἰοπλοκάμωνσύνδικον Μοισᾶν κτέανον: τᾶς ἀκούει μὲν βάσις, ἀγλαΐας ἀρχά, πείθονται δ᾽ ἀοιδοὶ σάμασιν, ἁγησιχόρων ὁπόταν προοιμίων ἀμβολὰς τεύχῃς ἐλελιζομένα. 5 καὶ τὸν αἰχματὰν κεραυνὸν σβεννύεις[ 10] ἀενάου πυρός. εὕδει δ᾽ ἀνὰ σκάπτῳ Διὸς αἰετός, ὠκεῖαν πτέρυγ᾽ ἀμφοτέρωθεν χαλάξαις, ἀρχὸς οἰωνῶν, κελαινῶπιν δ᾽ ἐπί οἱ νεφέλανἀγκύλῳ κρατί, γλεφάρων ἁδὺ κλαΐστρον, κατέχευας: ὁ δὲ κνώσσωνὑγρὸν νῶτον αἰωρεῖ, τεαῖς10 ῥιπαῖσι κατασχόμενος. καὶ γὰρ βιατὰς Ἄρης, τραχεῖαν ἄνευθε λιπὼν[ 20] ἐγχέων ἀκμάν, ἰαίνει καρδίανκώματι, κῆλα δὲ καὶ δαιμόνων θέλγει φρένας, ἀμφί τε Λατοίδα σοφίᾳ βαθυκόλπων τε Μοισᾶν. ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰνΠιερίδων ἀΐοντα, γᾶν τε καὶ πόντον κατ᾽ ἀμαιμάκετον, 15[ 30] ὅς τ᾽ ἐν αἰνᾷ Ταρτάρῳ κεῖται, θεῶν πολέμιος, Τυφὼς ἑκατοντακάρανος: τόν ποτεΚιλίκιον θρέψεν πολυώνυμον ἄντρον: νῦν γε μὰνταί θ᾽ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαιΣικελία τ᾽ αὐτοῦ πιέζει στέρνα λαχνάεντα: κίων δ᾽ οὐρανία συνέχει, 20 νιφόεσσ᾽ Αἴτνα, πάνετες χιόνος ὀξείας τιθήνα:[ 40] τᾶς ἐρεύγονται μὲν ἀπλάτου πυρὸς ἁγνόταταιἐκ μυχῶν παγαί: ποταμοὶ δ᾽ ἁμέραισιν μὲν προχέοντι ῥόον καπνοῦαἴθων᾽: ἀλλ᾽ ἐν ὄρφναισιν πέτραςφοίνισσα κυλινδομένα φλὸξ ἐς βαθεῖαν φέρει πόντου πλάκα σὺν πατάγῳ. 25 κεῖνο δ᾽ Ἁφαίστοιο κρουνοὺς ἑρπετὸν[ 50] δεινοτάτους ἀναπέμπει: τέρας μὲν θαυμάσιον προσιδέσθαι, θαῦμα δὲ καὶ παρεόντων ἀκοῦσαι, οἷον Αἴτνας ἐν μελαμφύλλοις δέδεται κορυφαῖςκαὶ πέδῳ, στρωμνὰ δὲ χαράσσοισ᾽ ἅπαν νῶτον ποτικεκλιμένον κεντεῖ. εἴη, Ζεῦ, τὶν εἴη ἁνδάνειν, 30 ὃς τοῦτ᾽ ἐφέπεις ὄρος, εὐκάρποιο γαίας μέτωπον, τοῦ μὲν ἐπωνυμίανκλεινὸς οἰκιστὴρ ἐκύδανεν πόλιν[ 60] γείτονα, Πυθιάδος δ᾽ ἐν δρόμῳ κάρυξ ἀνέειπέ νιν ἀγγέλλων Ἱέρωνος ὑπὲρ καλλινίκουἅρμασι. ναυσιφορήτοις δ᾽ ἀνδράσι πρώτα χάριςἐς πλόον ἀρχομένοις πομπαῖον ἐλθεῖν οὖρον: ἐοικότα γὰρ35 καὶ τελευτᾷ φερτέρου νόστου τυχεῖν. ὁ δὲ λόγος[ 70] ταύταις ἐπὶ συντυχίαις δόξαν φέρειλοιπὸν ἔσσεσθαι στεφάνοισί νιν ἵπποις τε κλυτὰνκαὶ σὺν εὐφώνοις θαλίαις ὀνυμαστάν. Λύκιε καὶ Δάλου ἀνάσσων Φοῖβε, Παρνασσοῦ τε κράναν Κασταλίαν φιλέων, 40 ἐθελήσαις ταῦτα νόῳ τιθέμεν εὔανδρόν τε χώραν.[ 80] ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς, καὶ σοφοὶ καὶ χερσὶ βιαταὶ περίγλωσσοί τ᾽ ἔφυν. ἄνδρα δ᾽ ἐγὼ κεῖνοναἰνῆσαι μενοινῶν ἔλπομαιμὴ χαλκοπάρᾳον ἄκονθ᾽ ὡσείτ᾽ ἀγῶνος βαλεῖν ἔξω παλάμᾳ δονέων, 45 μακρὰ δὲ ῥίψαις ἀμεύσασθ᾽ ἀντίους:[ 90] εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι, καμάτων δ᾽ ἐπίλασιν παράσχοι. ἦ κεν ἀμνάσειεν, οἵαις ἐν πολέμοισι μάχαιςτλάμονι ψυχᾷ παρέμειν᾽, ἁνίχ᾽ εὑρίσκοντο θεῶν παλάμαις τιμάν, οἵαν οὔτις Ἑλλάνων δρέπει, 50 πλούτου στεφάνωμ᾽ ἀγέρωχον. νῦν γε μὰν τὰν Φιλοκτήταο δίκαν ἐφέπωνἐστρατεύθη: σὺν δ᾽ ἀνάγκᾳ νιν φίλον[ 100] καί τις ἐὼν μεγαλάνωρ ἔσανεν. φαντὶ δὲ Λαμνόθεν ἕλκει τειρόμενον μεταβάσοντας ἐλθεῖνἥρωας ἀντιθέους Ποίαντος υἱὸν τοξόταν: ὃς Πριάμοιο πόλιν πέρσεν, τελεύτασέν τε πόνους Δαναοῖς, 55 ἀσθενεῖ μὲν χρωτὶ βαίνων, ἀλλὰ μοιρίδιον ἦν. οὕτω δ᾽ Ἱέρωνι θεὸς ὀρθωτὴρ πέλοι[ 110] τὸν προσέρποντα χρόνον, ὧν ἔραται καιρὸν διδούς. Μοῖσα, καὶ πὰρ Δεινομένει κελαδῆσαιπίθεό μοι ποινὰν τεθρίππων. χάρμα δ᾽ οὐκ ἀλλότριον νικαφορία πατέρος. 60 ἄγ᾽ ἔπειτ᾽ Αἴτνας βασιλεῖ φίλιον ἐξεύρωμεν ὕμνον: τῷ πόλιν κείναν θεοδμάτῳ σὺν ἐλευθερίᾳ[ 120] Ὑλλίδος στάθμας Ἱέρων ἐν νόμοις ἔκτισσ᾽. ἐθέλοντι δὲ Παμφύλουκαὶ μὰν Ἡρακλειδᾶν ἔκγονοιὄχθαις ὕπο Ταϋγέτου ναίοντες αἰεὶ μένειν τεθμοῖσιν ἐν Αἰγιμιοῦ65 Δωριεῖς. ἔσχον δ᾽ Ἀμύκλας ὄλβιοι, Πινδόθεν ὀρνύμενοι, λευκοπώλων Τυνδαριδᾶν βαθύδοξοι γείτονες, ὧν κλέος ἄνθησεν αἰχμᾶς.[ 130] Ζεῦ τέλει᾽, αἰεὶ δὲ τοιαύταν Ἀμένα παρ᾽ ὕδωραἶσαν ἀστοῖς καὶ βασιλεῦσιν διακρίνειν ἔτυμον λόγον ἀνθρώπων, σύν τοι τίν κεν ἁγητὴρ ἀνήρ, 70 υἱῷ τ᾽ ἐπιτελλόμενος, δᾶμον γεραίρων τράποι σύμφωνον ἐς ἁσυχίαν. λίσσομαι νεῦσον, Κρονίων, ἅμερον[ 140] ὄφρα κατ᾽ οἶκον ὁ Φοίνιξ ὁ Τυρσανῶν τ᾽ ἀλαλατὸς ἔχῃ, ναυσίστονον ὕβριν ἰδὼν τὰν πρὸ Κύμας: οἷα Συρακοσίων ἀρχῷ δαμασθέντες πάθον, ὠκυπόρων ἀπὸ ναῶν ὅ σφιν ἐν πόντῳ βάλεθ᾽ ἁλικίαν, 75 Ἑλλάδ᾽ ἐξέλκων βαρείας δουλίας. ἀρέομαιπὰρ μὲν Σαλαμῖνος, Ἀθαναίων χάριν,[ 150] μισθόν, ἐν Σπάρτᾳ δ᾽ ἀπὸ τᾶν πρὸ Κιθαιρῶνος μαχᾶν, ταῖσι Μήδειοι κάμον ἀγκυλότοξοι, παρὰ δὲ τὰν εὔυδρον ἀκτὰν Ἱμέρα παίδεσσιν ὕμνον Δεινομένευς τελέσαις, 80 τὸν ἐδέξαντ᾽ ἀμφ᾽ ἀρετᾷ, πολεμίων ἀνδρῶν καμόντων. καιρὸν εἰ φθέγξαιο, πολλῶν πείρατα συντανύσαις[ 160] ἐν βραχεῖ, μείων ἕπεται μῶμος ἀνθρώπων. ἀπὸ γὰρ κόρος ἀμβλύνειαἰανὴς ταχείας ἐλπίδας: ἀστῶν δ᾽ ἀκοὰ κρύφιον θυμὸν βαρύνει μάλιστ᾽ ἐσλοῖσιν ἐπ᾽ ἀλλοτρίοις. 85 ἀλλ᾽ ὅμως, κρέσσων γὰρ οἰκτιρμοῦ φθόνος, μὴ παρίει καλά. νώμα δικαίῳ πηδαλίῳ στρατόν: ἀψευδεῖ δὲ πρὸς ἄκμονι χάλκευε γλῶσσαν.[ 170] εἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεταιπὰρ σέθεν. πολλῶν ταμίας ἐσσί: πολλοὶ μάρτυρες ἀμφοτέροις πιστοί. εὐανθεῖ δ᾽ ἐν ὀργᾷ παρμένων, 90 εἴπερ τι φιλεῖς ἀκοὰν ἁδεῖαν αἰεὶ κλύειν, μὴ κάμνε λίαν δαπάναις: ἐξίει δ᾽ ὥσπερ κυβερνάτας ἀνὴρ[ 180] ἱστίον ἀνεμόεν. μὴ δολωθῇς, ὦ φίλος, κέρδεσιν εὐτράπλοις: ὀπιθόμβροτον αὔχημα δόξαςοἶον ἀποιχομένων ἀνδρῶν δίαιταν μανύεικαὶ λογίοις καὶ ἀοιδοῖς: οὐ φθίνει Κροίσου φιλόφρων ἀρετά: 95 τὸν δὲ ταύρῳ χαλκέῳ καυτῆρα νηλέα νόονἐχθρὰ Φάλαριν κατέχει παντᾷ φάτις, οὐδέ νιν φόρμιγγες ὑπωρόφιαι κοινωνίαν[ 190] μαλθακὰν παίδων ὀάροισι δέκονται. τὸ δὲ παθεῖν εὖ πρῶτον ἄθλων: εὖ δ᾽ ἀκούειν δευτέρα μοῖρ᾽: ἀμφοτέροισι δ᾽ ἀνὴρ100 ὃς ἂν ἐγκύρσῃ, καὶ ἕλῃ, στέφανον ὕψιστον δέδεκται.

Intertext edge

Open linked passage

Note