Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Pythian
PindarIsthmian 2 · textus-receptusMore by Pindar
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar"> —
⋯
More
Original / primary: Textus receptus
2.1
ΙΕΡΩΝΙ ΣΨΡΑΚΟΣΙΩι ΑΡΜΑΤΙμεγαλοπόλιες ὦ Συράκοσαι, βαθυπολέμουτέμενος Ἄρεος, ἀνδρῶν ἵππων τε σιδαροχαρμᾶν δαιμόνιαι τροφοί, ὔμμιν τόδε τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν φέρωνμέλος ἔρχομαι ἀγγελίαν τετραορίας ἐλελίχθονος, 5 εὐάρματος Ἱέρων ἐν ᾇ κρατέων[ 10] τηλαυγέσιν ἀνέδησεν Ὀρτυγίαν στεφάνοις, ποταμίας ἕδος Ἀρτέμιδος, ἇς οὐκ ἄτερκείνας ἀγαναῖσιν ἐν χερσὶ ποικιλανίους ἐδάμασσε πώλους. ἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳ10[ 20] ὅ τ᾽ ἐναγώνιος Ἑρμᾶς αἰγλᾶντα τίθησι κόσμον, ξεστὸν ὅταν δίφρονἔν θ᾽ ἅρματα πεισιχάλινα καταζευγνύῃσθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν. ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνὴρεὐαχέα βασιλεῦσιν ὕμνον, ἄποιν᾽ ἀρετᾶς. 15 κελαδέοντι μὲν ἀμφὶ Κινύραν πολλάκις[ 30] φᾶμαι Κυπρίων, τὸν ὁ χρυσοχαῖτα προφρόνως ἐφίλησ᾽ Ἀπόλλων, ἱερέα κτίλον Ἀφροδίτας: ἄγει δὲ χάρις φίλων ποίνιμος ἀντὶ ἔργων ὀπιζομένα: σὲ δ᾽, ὦ Δεινομένειε παῖ, Ζεφυρία πρὸ δόμωνΛοκρὶς παρθένος ἀπύει, πολεμίων καμάτων ἐξ ἀμαχάνων20 διὰ τεὰν δύναμιν δρακεῖσ᾽ ἀσφαλές.[ 40] θεῶν δ᾽ ἐφετμαῖς Ἰξίονα φαντὶ ταῦτα βροτοῖςλέγειν ἐν πτερόεντι τροχῷπαντᾷ κυλινδόμενον: τὸν εὐεργέταν ἀγαναῖς ἀμοιβαῖς ἐποιχομένους τίνεσθαι. 25 ἔμαθε δὲ σαφές. εὐμενέσσι γὰρ παρὰ Κρονίδαιςγλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον, μαινομέναις φρασὶν[ 50] Ἥρας ὅτ᾽ ἐράσσατο, τὰν Διὸς εὐναὶ λάχονπολυγαθέες: ἀλλά νιν ὕβρις εἰς ἀυάταν ὑπεράφανονὦρσεν: τάχα δὲ παθὼν ἐοικότ᾽ ἀνὴρ30 ἐξαίρετον ἕλε μόχθον. αἱ δύο δ᾽ ἀμπλακίαιφερέπονοι τελέθοντι: τὸ μὲν ἥρως ὅτιἐμφύλιον αἷμα πρώτιστος οὐκ ἄτερ τέχνας ἐπέμιξε θνατοῖς,[ 60] ὅτι τε μεγαλοκευθέεσσιν ἔν ποτε θαλάμοιςΔιὸς ἄκοιτιν ἐπειρᾶτο. χρὴ δὲ κατ᾽ αὐτὸν αἰεὶ παντὸς ὁρᾶν μέτρον. 35 εὐναὶ δὲ παράτροποι ἐς κακότατ᾽ ἀθρόανἔβαλον: ποτὶ καὶ τὸν ἵκοντ᾽: ἐπεὶ νεφέλᾳ παρελέξατο, ψεῦδος γλυκὺ μεθέπων, ἄϊδρις ἀνήρ:[ 70] εἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν οὐρανιᾶνθυγατέρι Κρόνου: ἅντε δόλον αὐτῷ θέσαν40 Ζηνὸς παλάμαι, καλὸν πῆμα. τὸν δὲ τετράκναμον ἔπραξε δεσμόν, ἑὸν ὄλεθρον ὅγ᾽: ἐν δ᾽ ἀφύκτοισι γυιοπέδαις πεσὼν τὰν πολύκοινον ἀνδέξατ᾽ ἀγγελίαν. ἄνευ οἱ Χαρίτων τέκεν γόνον ὑπερφίαλον,[ 80] μόνα καὶ μόνον, οὔτ᾽ ἐν ἀνδράσι γερασφόρον οὔτ᾽ ἐν θεῶν νόμοις: τὸν ὀνύμαξε τράφοισα Κένταυρον, ὃς45 ἵπποισι Μαγνητίδεσσι ἐμίγνυτ᾽ ἐν Παλίουσφυροῖς, ἐκ δ᾽ ἐγένοντο στρατὸςθαυμαστός, ἀμφοτέροιςὁμοῖοι τοκεῦσι, τὰ ματρόθεν μὲν κάτω, τὰ δ᾽ ὕπερθε πατρός.[ 90] θεὸς ἅπαν ἐπὶ ἐλπίδεσσι τέκμαρ ἀνύεται, 50 θεός, ὃ καὶ πτερόεντ᾽ αἰετὸν κίχε, καὶ θαλασσαῖον παραμείβεταιδελφῖνα, καὶ ὑψιφρόνων τιν᾽ ἔκαμψε βροτῶν, ἑτέροισι δὲ κῦδος ἀγήραον παρέδωκ᾽. ἐμὲ δὲ χρεὼνφεύγειν δάκος ἀδινὸν κακαγοριᾶν. εἶδον γὰρ ἑκὰς ἐὼν τὰ πόλλ᾽ ἐν ἀμαχανίᾳ55[ 100] ψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσινπιαινόμενον: τὸ πλουτεῖν δὲ σὺν τύχᾳ πότμου σοφίας ἄριστον. τὺ δὲ σάφα νιν ἔχεις, ἐλευθέρᾳ φρενὶ πεπαρεῖν, πρύτανι κύριε πολλᾶν μὲν εὐστεφάνων ἀγυιᾶν καὶ στρατοῦ. εἰ δέ τις[ 110] ἤδη κτεάτεσσί τε καὶ περὶ τιμᾷ λέγει60 ἕτερόν τιν᾽ ἀν᾽ Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον, χαύνα πραπίδι παλαιμονεῖ κενεά. εὐανθέα δ᾽ ἀναβάσομαι στόλον ἀμφ᾽ ἀρετᾷκελαδέων. νεότατι μὲν ἀρήγει θράσοςδεινῶν πολέμων: ὅθεν φαμὶ καὶ σὲ τὰν ἀπείρονα δόξαν εὑρεῖν, 65[ 120] τὰ μὲν ἐν ἱπποσόαισιν ἄνδρεσσι μαρνάμενον, τὰ δ᾽ ἐν πεζομάχαισι: βουλαὶ δὲ πρεσβύτεραιἀκίνδυνον ἐμοὶ ἔπος σὲ ποτὶ πάντα λόγονἐπαινεῖν παρέχοντι. χαῖρε. τόδε μὲν κατὰ Φοίνισσαν ἐμπολὰνμέλος ὑπὲρ πολιᾶς ἁλὸς πέμπεται: τὸ Καστόρειον δ᾽ ἐν Αἰολίδεσσι χορδαῖς ἑκὼν70 ἄθρησον χάριν ἑπτακτύπου[ 130] φόρμιγγος ἀντόμενος. γένοι᾽ οἷος ἐσσὶ μαθών: καλός τοι πίθων παρὰ παισίν, αἰεὶκαλός. ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν, ὅτι φρενῶνἔλαχε καρπὸν ἀμώμητον, οὐδ᾽ ἀπάταισι θυμὸν τέρπεται ἔνδοθεν: 75 οἷα ψιθύρων παλάμαις ἕπετ᾽ αἰεὶ βροτῷ.[ 140] ἄμαχον κακὸν ἀμφοτέροις διαβολιᾶν ὑποφάτιες, ὀργαῖς ἀτενὲς ἀλωπέκων ἴκελοι. κερδοῖ δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει; ἅτε γὰρ εἰνάλιον πόνον ἐχοίσας βαθὺν80 σκευᾶς ἑτέρας, ἀβάπτιστός εἰμι, φελλὸς ὣς ὑπὲρ ἕρκος ἅλμας. ἀδύνατα δ᾽ ἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς[ 150] δόλιον ἀστόν: ὅμως μὰν σαίνων ποτὶ πάντας, ἄταν πάγχυ διαπλέκει. οὔ οἱ μετέχω θράσεος: φίλον εἴη φιλεῖν: ποτὶ δ᾽ ἐχθρὸν ἅτ᾽ ἐχθρὸς ἐὼν λύκοιο δίκαν ὑποθεύσομαι, 85 ἄλλ᾽ ἄλλοτε πατέων ὁδοῖς σκολιαῖς. ἐν πάντα δὲ νόμον εὐθύγλωσσος ἀνὴρ προφέρει,[ 160] παρὰ τυραννίδι, χὠπόταν ὁ λάβρος στρατός, χὤταν πόλιν οἱ σοφοὶ τηρέωντι. χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν, ὃς ἀνέχει τοτὲ μὲν τὰ κείνων, τότ᾽ αὖθ᾽ ἑτέροις ἔδωκεν μέγα κῦδος. ἀλλ᾽ οὐδὲ ταῦτα νόον90 ἰαίνει φθονερῶν: στάθμας δέ τινος ἑλκόμενοιπερισσᾶς ἐνέπαξαν ἕλκος ὀδυναρὸν ἑᾷ πρόσθε καρδίᾳ,[ 170] πρὶν ὅσα φροντίδι μητίονται τυχεῖν. φέρειν δ᾽ ἐλαφρῶς ἐπαυχένιον λαβόντα ζυγὸνἀρήγει: ποτὶ κέντρον δέ τοι95 λακτιζέμεν τελέθειὀλισθηρὸς οἶμος: ἁδόντα δ᾽ εἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν.

Intertext edge

Open linked passage

Note