Pythian
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
3.1
ΙΕΡΩΝΙ ΣΨΡΑΚΟΣΙΩι ΚΕΛΗΤΙἤθελον Χείρωνά κε Φιλλυρίδαν, εἰ χρεὼν τοῦθ᾽ ἁμετέρας ἀπὸ γλώσσας κοινὸν εὔξασθαι ἔπος, ζώειν τὸν ἀποιχόμενον, Οὐρανίδα γόνον εὐρυμέδοντα Κρόνου, βάσσαισί τ᾽ ἄρχειν Παλίου Φῆρ᾽ ἀγρότερον, 5[ 10] νοῦν ἔχοντ᾽ ἀνδρῶν φίλον: οἷος ἐὼν θρέψεν ποτὲτέκτονα νωδυνίας ἅμερον γυιαρκέος Ἀσκλήπιον, ἥρωα παντοδαπᾶν ἀλκτῆρα νούσων. τὸν μὲν εὐΐππου Φλεγύα θυγάτηρπρὶν τελέσσαι ματροπόλῳ σὺν Ἐλειθυίᾳ, δαμεῖσα χρυσέοις10 τόξοισιν ὕπ᾽ Ἀρτέμιδος,[ 20] εἰς Ἀΐδα δόμον ἐν θαλάμῳ κατέβα τέχναις Ἀπόλλωνος. χόλος δ᾽ οὐκ ἀλίθιοςγίνεται παίδων Διός. ἁ δ᾽ ἀποφλαυρίξαισά νινἀμπλακίαισι φρενῶν, ἄλλον αἴνησεν γάμον κρύβδαν πατρός, πρόσθεν ἀκειρεκόμᾳ μιχθεῖσα Φοίβῳ, 15 καὶ φέροισα σπέρμα θεοῦ καθαρόν. οὐδ᾽ ἔμειν᾽ ἐλθεῖν τράπεζαν νυμφίαν[ 30] οὐδὲ παμφώνων ἰαχὰν ὑμεναίων, ἅλικεςοἷα παρθένοι φιλέοισιν ἑταίρᾳἑσπερίαις ὑποκουρίζεσθ᾽ ἀοιδαῖς: ἀλλά τοι20 ἤρατο τῶν ἀπεόντων: οἷα καὶ πολλοὶ πάθον. ἔστι δὲ φῦλον ἐν ἀνθρώποισι ματαιότατον, ὅστις αἰσχύνων ἐπιχώρια παπταίνει τὰ πόρσω,[ 40] μεταμώνια θηρεύων ἀκράντοις ἐλπίσιν. ἔσχε τοιαύταν μεγάλαν ἀυάταν25 καλλιπέπλου λῆμα Κορωνίδος. ἐλθόντος γὰρ εὐνάσθη ξένουλέκτροισιν ἀπ᾽ Ἀρκαδίας. οὐδ᾽ ἔλαθε σκοπόν: ἐν δ᾽ ἄρα μηλοδόκῳ Πυθῶνι τόσσαις ἄϊεν ναοῦ βασιλεὺς[ 50] Λοξίας, κοινᾶνι παρ᾽ εὐθυτάτῳ γνώμαν πιθών, πάντα ἰσάντι νόῳ: ψευδέων δ᾽ οὐχ ἅπτεται: κλέπτει τέ νιν30 οὐ θεὸς οὐ βροτὸς ἔργοις οὔτε βουλαῖς. καὶ τότε γνοὺς Ἴσχυος Εἰλατίδαξεινίαν κοίταν ἄθεμίν τε δόλον, πέμψεν κασιγνήταν μένειθύοισαν ἀμαιμακέτῳ[ 60] ἐς Λακέρειαν. ἐπεὶ παρὰ Βοιβιάδος κρημνοῖσιν ᾤκει παρθένος. δαίμων δ᾽ ἕτερος35 ἐς κακὸν τρέψαις ἐδαμάσσατό νιν: καὶ γειτόνωνπολλοὶ ἐπαῦρον, ἁμᾷ δ᾽ ἔφθαρεν, πολλὰν δ᾽ ὄρει πῦρ ἐξ ἑνὸςσπέρματος ἐνθορὸν ἀΐστωσεν ὕλαν. ἀλλ᾽ ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳσύγγονοι κούραν, σέλας δ᾽ ἀμφέδραμεν40[ 70] λάβρον Ἁφαίστου, τότ᾽ ἔειπεν Ἀπόλλων:‘ οὐκέτιτλάσομαι ψυχᾷ γένος ἀμὸν ὀλέσσαιοἰκτροτάτῳ θανάτῳ ματρὸς βαρείᾳ σὺν πάθᾳ.’ ὣς φάτο: βάματι δ᾽ ἐν πρώτῳ κιχὼν παῖδ᾽ ἐκ νεκροῦἅρπασε: καιομένα δ᾽ αὐτῷ διέφαινε πυρά: 45[ 80] καί ῥά νιν Μάγνητι φέρων πόρε Κενταύρῳ διδάξαιπολυπήμονας ἀνθρώποισιν ἰᾶσθαι νόσους. τοὺς μὲν ὦν, ὅσσοι μόλον αὐτοφύτωνἑλκέων ξυνάονες, ἢ πολιῷ χαλκῷ μέλη τετρωμένοιἢ χερμάδι τηλεβόλῳ, 50[ 90] ἢ θερινῷ πυρὶ περθόμενοι δέμας ἢ χειμῶνι, λύσαις ἄλλον ἀλλοίων ἀχέωνἔξαγεν, τοὺς μὲν μαλακαῖς ἐπαοιδαῖς ἀμφέπων, τοὺς δὲ προσανέα πίνοντας, ἢ γυίοις περάπτων πάντοθενφάρμακα, τοὺς δὲ τομαῖς ἔστασεν ὀρθούς. ἀλλὰ κέρδει καὶ σοφία δέδεται. 55 ἔτραπεν καὶ κεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανεὶςἄνδρ᾽ ἐκ θανάτου κομίσαι[ 100] ἤδη ἁλωκότα: χερσὶ δ᾽ ἄρα Κρονίων ῥίψαις δι᾽ ἀμφοῖν ἀμπνοὰν στέρνων κάθελενὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκιμψεν μόρον. χρὴ τὰ ἐοικότα πὰρ δαιμόνων μαστευέμεν θναταῖς φρασίν, 60 γνόντα τὸ πὰρ ποδός, οἵας εἰμὲν αἴσας. μή, φίλα ψυχά, βίον ἀθάνατον[ 110] σπεῦδε, τὰν δ᾽ ἔμπρακτον ἄντλει μαχανάν. εἰ δὲ σώφρων ἄντρον ἔναι᾽ ἔτι Χείρων, καί τί οἱφίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι65 ἁμέτεροι τίθεν: ἰατῆρά τοί κέν νιν πίθονκαί νυν ἐσλοῖσι παρασχεῖν ἀνδράσιν θερμᾶν νόσωνἤ τινα Λατοΐδα κεκλημένον ἢ πατέρος.[ 120] καί κεν ἐν ναυσὶν μόλον Ἰονίαν τάμνων θάλασσανἈρέθοισαν ἐπὶ κράναν παρ᾽ Αἰτναῖον ξένον, 70 ὃς Συρακόσσαισι νέμει βασιλεὺςπραῢς ἀστοῖς, οὐ φθονέων ἀγαθοῖς, ξείνοις δὲ θαυμαστὸς πατήρ. τῷ μὲν διδύμας χάριτας,[ 130] εἰ κατέβαν ὑγίειαν ἄγων χρυσέαν κῶμόν τ᾽ ἀέθλων Πυθίων αἴγλαν στεφάνοις. τοὺς ἀριστεύων Φερένικος ἕλ᾽ ἐν Κίρρᾳ ποτέ, 75 ἀστέρος οὐρανίου φαμὶ τηλαυγέστερον κείνῳ φάοςἐξικόμαν κε βαθὺν πόντον περάσαις. ἀλλ᾽ ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλωΜατρί, τὰν κοῦραι παρ᾽ ἐμὸν πρόθυρον σὺν Πανὶ μέλπονται θαμὰ[ 140] σεμνὰν θεὸν ἐννύχιαι. 80 εἰ δὲ λόγων συνέμεν κορυφάν, Ἱέρων, ὀρθὰν ἐπίστᾳ, μανθάνων οἶσθα προτέρων:‘ ἓν παρ᾽ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖςἀθάνατοι.’ τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν, ἀλλ᾽ ἀγαθοί, τὰ καλὰ τρέψαντες ἔξω.[ 150] τὶν δὲ μοῖρ᾽ εὐδαιμονίας ἕπεται. 85 λαγέταν γάρ τοι τύραννον δέρκεται, εἴ τιν᾽ ἀνθρώπων, ὁ μέγας πότμος. αἰὼν δ᾽ ἀσφαλὴςοὐκ ἔγεντ᾽ οὔτ᾽ Αἰακίδᾳ παρὰ Πηλεῖοὔτε παρ᾽ ἀντιθέῳ Κάδμῳ: λέγονται μὰν βροτῶνὄλβον ὑπέρτατον οἳ σχεῖν, οἵτε καὶ χρυσαμπύκων90[ 160] μελπομενᾶν ἐν ὄρει Μοισᾶν καὶ ἐν ἑπταπύλοιςἄϊον Θήβαις, ὁπόθ᾽ Ἁρμονίαν γᾶμεν βοῶπιν, ὁ δὲ Νηρέος εὐβούλου Θέτιν παῖδα κλυτάν. καὶ θεοὶ δαίσαντο παρ᾽ ἀμφοτέροις, καὶ Κρόνου παῖδας βασιλῆας ἴδον χρυσέαις ἐν ἕδραις, ἕδνα τε95 δέξαντο: Διὸς δὲ χάριν[ 170] ἐκ προτέρων μεταμειψάμενοι καμάτων ἔστασαν ὀρθὰν καρδίαν. ἐν δ᾽ αὖτε χρόνῳτὸν μὲν ὀξείαισι θύγατρες ἐρήμωσαν πάθαιςεὐφροσύνας μέρος αἱ τρεῖς: ἀτὰρ λευκωλένῳ γε Ζεὺς πατὴρἤλυθεν ἐς λέχος ἱμερτὸν Θυώνᾳ. 100 τοῦ δὲ παῖς, ὅνπερ μόνον ἀθανάτα[ 180] τίκτεν ἐν Φθίᾳ Θέτις, ἐν πολέμῳ τόξοις ἀπὸ ψυχὰν λιπὼνὦρσεν πυρὶ καιόμενοςἐκ Δαναῶν γόον. εἰ δὲ νόῳ τις ἔχει θνατῶν ἀλαθείας ὁδόν, χρὴ πρὸς μακάρωντυγχάνοντ᾽ εὖ πασχέμεν. ἄλλοτε δ᾽ ἀλλοῖαι πνοαὶ105 ὑψιπετᾶν ἀνέμων. ὄλβος οὐκ ἐς μακρὸν ἀνδρῶν ἔρχεται[ 190] σάος, πολὺς εὖτ᾽ ἂν ἐπιβρίσαις ἕπηται. σμικρὸς ἐν σμικροῖς, μέγας ἐν μεγάλοιςἔσσομαι: τὸν ἀμφέποντ᾽ αἰεὶ φρασὶνδαίμον᾽ ἀσκήσω κατ᾽ ἐμὰν θεραπεύων μαχανάν. 110 εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι, ἐλπίδ᾽ ἔχω κλέος εὑρέσθαι κεν ὑψηλὸν πρόσω. Νέστορα καὶ Λύκιον Σαρπηδόν᾽, ἀνθρώπων φάτις,[ 200] ἐξ ἐπέων κελαδεννῶν, τέκτονες οἷα σοφοὶἅρμοσαν, γιγνώσκομεν. ἁ δ᾽ ἀρετὰ κλειναῖς ἀοιδαῖς115 χρονία τελέθει. παύροις δὲ πράξασθ᾽ εὐμαρές.