Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Pythian
PindarIsthmian 4 · textus-receptusMore by Pindar
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar"> —
⋯
More
Original / primary: Textus receptus
4.1
ΑΡΚΕΣΙΛΑι ΚΥΡΗΝΑΙΩι ΑΡΜΑΤΙσάμερον μὲν χρή σε παρ᾽ ἀνδρὶ φίλῳστᾶμεν, εὐΐππου βασιλῆϊ Κυράνας, ὄφρα κωμάζοντι σὺν Ἀρκεσίλᾳ, Μοῖσα, Λατοίδαισιν ὀφειλόμενον Πυθῶνί τ᾽ αὔξῃς οὖρον ὕμνων, ἔνθα ποτὲ χρυσέων Διὸς αἰητῶν πάρεδρος, 5 οὐκ ἀποδάμου Ἀπόλλωνος τυχόντος, ἱέρεα[ 10] χρῆσεν οἰκιστῆρα Βάττον καρποφόρου Λιβύας, ἱερὰννᾶσον ὡς ἤδη λιπὼν κτίσσειεν εὐάρματονπόλιν ἐν ἀργεννόεντι μαστῷ, καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι10 ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Θήραιον, Αἰήτα τό ποτε ζαμενὴςπαῖς ἀπέπνευσ᾽ ἀθανάτου στόματος, δέσποινα Κόλχων. εἶπε δ᾽ οὕτως[ 20] ἡμιθέοισιν Ἰάσονος αἰχματᾶο ναύταις:‘ κέκλυτε, παῖδες ὑπερθύμων τε φωτῶν καὶ θεῶν: φαμὶ γὰρ τᾶσδ᾽ ἐξ ἁλιπλάκτου ποτὲ γᾶς Ἐπάφοιο κόραν15 ἀστέων ῥίζαν φυτεύσεσθαι μελησιμβρότωνΔιὸς ἐν Ἄμμωνος θεμέθλοις.[ 30] ἀντὶ δελφίνων δ᾽ ἐλαχυπτερύγων ἵππους ἀμείψαντες θοάς, ἁνία τ᾽ ἀντ᾽ ἐρετμῶν δίφρους τε νωμάσοισιν ἀελλόποδας. κεῖνος ὄρνις ἐκτελευτάσει μεγαλᾶν πολίων20 ματρόπολιν Θήραν γενέσθαι, τόν ποτε Τριτωνίδος ἐν προχοαῖςλίμνας θεῷ ἀνέρι εἰδομένῳ γαῖαν διδόντιξείνια πρῴραθεν Εὔφαμος καταβὰς[ 40] δέξατ᾽: αἴσιον δ᾽ ἐπί οἱ Κρονίων Ζεὺς πατὴρ ἔκλαγξε βροντάν: ἁνίκ᾽ ἄγκυραν ποτὶ χαλκόγενυν25 ναῒ κρημνάντων ἐπέτοσσε, θοᾶς Ἀργοῦς χαλινόν. δώδεκα δὲ πρότερονἁμέρας ἐξ Ωκεανοῦ φέρομεν νώτων ὕπερ γαίας ἐρήμωνεἰνάλιον δόρυ, μήδεσιν ἀνσπάσσαντες ἀμοῖς.[ 50] τουτάκι δ᾽ οἰοπόλος δαίμων ἐπῆλθεν, φαιδίμανἀνδρὸς αἰδοίου πρόσοψιν θηκάμενος: φιλίων δ᾽ ἐπέων30 ἄρχετο, ξείνοις ἅτ᾽ ἐλθόντεσσιν εὐεργέταιδεῖπν᾽ ἐπαγγέλλοντι πρῶτον. ἀλλὰ γὰρ νόστου πρόφασις γλυκεροῦκώλυεν μεῖναι. φάτο δ᾽ Εὐρύπυλος Γαιαόχου παῖς ἀφθίτου Ἐννοσίδα[ 60] ἔμμεναι: γίγνωσκε δ᾽ ἐπειγομένους: ἂν δ᾽ εὐθὺς ἁρπάξαις ἀρούρας35 δεξιτερᾷ προτυχὸν ξένιον μάστευσε δοῦναι. οὐδ᾽ ἀπίθησέ νιν, ἀλλ᾽ ἥρως ἐπ᾽ ἀκταῖσιν θορὼνχειρί οἱ χεῖρ᾽ ἀντερείσαις δέξατο βώλακα δαιμονίαν. πεύθομαι δ᾽ αὐτὰν κατακλυσθεῖσαν ἐκ δούρατοςἐναλίαν βᾶμεν σὺν ἅλμᾳ40[ 70] ἑσπέρας, ὑγρῷ πελάγει σπομέναν. ἦ μάν νιν ὤτρυνον θαμὰλυσιπόνοις θεραπόντεσσιν φυλάξαι: τῶν δ᾽ ἐλάθοντο φρένες: καί νυν ἐν τᾷδ᾽ ἄφθιτον νάσῳ κέχυται Λιβύαςεὐρυχόρου σπέρμα πρὶν ὥρας: εἰ γὰρ οἴκοι νιν βάλε πὰρ χθόνιονἌιδα στόμα, Ταίναρον εἰς ἱερὰν Εὔφαμος ἐλθών, 45[ 80] υἱὸς ἱππάρχου Ποσειδάωνος ἄναξ, τόν ποτ᾽ Εὐρώπα Τιτυοῦ θυγάτηρ τίκτε Καφισοῦ παρ᾽ ὄχθαις: τετράτων παίδων κ᾽ ἐπιγινομένωναἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐρεῖαν ἄπειρον. τότε γὰρ μεγάλαςἐξανίστανται Λακεδαίμονος Ἀργείου τε κόλπου καὶ Μυκηνᾶν. 50 νῦν γε μὲν ἀλλοδαπᾶν κριτὸν εὑρήσει γυναικῶν[ 90] ἐν λέχεσιν γένος, οἵ κεν τάνδε σὺν τιμᾷ θεῶννᾶσον ἐλθόντες τέκωνται φῶτα κελαινεφέων πεδίωνδεσπόταν: τὸν μὲν πολυχρύσῳ ποτ᾽ ἐν δώματιΦοῖβος ἀμνάσει θέμισσιν55 Πύθιον ναὸν καταβάντα χρόνῳὑστέρῳ, νάεσσι πολεῖς ἀγαγὲν Νείλοιο πρὸς πῖον τέμενος Κρονίδα.’[ 100] ἦ ῥα Μηδείας ἐπέων στίχες. ἔπταξαν δ᾽ ἀκίνητοι σιωπᾷἥρωες ἀντίθεοι πυκινὰν μῆτιν κλύοντες. ὦ μάκαρ υἱὲ Πολυμνάστου, σὲ δ᾽ ἐν τούτῳ λόγῳ60 χρησμὸς ὤρθωσεν μελίσσας Δελφίδος αὐτομάτῳ κελάδῳ: ἅ σε χαίρειν ἐς τρὶς αὐδάσαισα πεπρωμένον[ 110] βασιλέ᾽ ἄμφανεν Κυράνᾳ, δυσθρόου φωνᾶς ἀνακρινόμενον ποινὰ τίς ἔσται πρὸς θεῶν. ἦ μάλα δὴ μετὰ καὶ νῦν, ὥστε φοινικανθέμου ἦρος ἀκμᾷ, 65 παισὶ τούτοις ὄγδοον θάλλει μέρος Ἀρκεσίλας: τῷ μὲν Ἀπόλλων ἅ τε Πυθὼ κῦδος ἐξ ἀμφικτιόνων ἔπορεν[ 120] ἱπποδρομίας. ἀπὸ δ᾽ αὐτὸν ἐγὼ Μοίσαισι δώσωκαὶ τὸ πάγχρυσον νάκος κριοῦ: μετὰ γὰρκεῖνο πλευσάντων Μινυᾶν, θεόπομποί σφισιν τιμαὶ φύτευθεν. 70 τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας; τίς δὲ κίνδυνος κρατεροῖς ἀδάμαντος δῆσεν ἅλοις; θέσφατον ἦν Πελίανἐξ ἀγαυῶν Αἰολιδᾶν θανέμεν χείρεσσιν ἢ βουλαῖς ἀκάμπτοις.[ 130] ἦλθε δέ οἱ κρυόεν πυκινῷ μάντευμα θυμῷ, πὰρ μέσον ὀμφαλὸν εὐδένδροιο ῥηθὲν ματέρος: 75 τὸν μονοκρήπιδα πάντως ἐν φυλακᾷ σχεθέμεν μεγάλᾳ, εὖτ᾽ ἂν αἰπεινῶν ἀπὸ σταθμῶν ἐς εὐδείελονχθόνα μόλῃ κλειτᾶς Ἰωλκοῦ, ξεῖνος αἴτ᾽ ὦν ἀστός. ὁ δ᾽ ἆρα χρόνῳ[ 140] ἵκετ᾽ αἰχμαῖσιν διδύμαισιν ἀνὴρ ἔκπαγλος: ἐσθὰς δ᾽ ἀμφοτέρα νιν ἔχεν, 80 ἅ τε Μαγνήτων ἐπιχώριος ἁρμόζοισα θαητοῖσι γυίοις, ἀμφὶ δὲ παρδαλέᾳ στέγετο φρίσσοντας ὄμβρους: οὐδὲ κομᾶν πλόκαμοι κερθέντες ᾤχοντ᾽ ἀγλαοί, ἀλλ᾽ ἅπαν νῶτον καταίθυσσον. τάχα δ᾽ εὐθὺς ἰὼν σφετέρας[ 150] ἐστάθη γνώμας ἀταρμύκτοιο πειρώμενος85 ἐν ἀγορᾷ πλήθοντος ὄχλου. τὸν μὲν οὐ γίγνωσκον: ὀπιζομένων δ᾽ ἔμπας τις εἶπεν καὶ τόδε:‘ οὔτι που οὗτος Ἀπόλλων, οὐδὲ μὰν χαλκάρματός ἐστι πόσιςἈφροδίτας: ἐν δὲ Νάξῳ φαντὶ θανεῖν λιπαρᾷἸφιμεδείας παῖδας, Ὦτον καὶ σέ, τολμάεις Ἐφιάλτα ἄναξ. 90[ 160] καὶ μὰν Τιτυὸν βέλος Ἀρτέμιδος θήρευσε κραιπνόνἐξ ἀνικάτου φαρέτρας ὀρνύμενον, ὄφρα τις τᾶν ἐν δυνατῷ φιλοτάτων ἐπιψαύειν ἔραται.’ τοὶ μὲν ἀλλάλοισιν ἀμειβόμενοιγάρυον τοιαῦτ᾽: ἀνὰ δ᾽ ἡμιόνοις ξεστᾷ τ᾽ ἀπήνᾳ προτροπάδαν Πελίας95 ἵκετο σπεύδων: τάφε δ᾽ αὐτίκα παπτάναις ἀρίγνωτον πέδιλον[ 170] δεξιτερῷ μόνον ἀμφὶ ποδί. κλέπτων δὲ θυμῷδεῖμα προσέννεπε:‘ ποίαν γαῖαν, ὦ ξεῖν᾽, εὔχεαιπατρίδ᾽ ἔμμεν; καὶ τίς ἀνθρώπων σε χαμαιγενέων πολιᾶςἐξανῆκεν γαστρός; ἐχθίστοισι μὴ ψεύδεσιν100 καταμιάναις εἰπὲ γένναν.’ τὸν δὲ θαρσήσαις ἀγανοῖσι λόγοις[ 180] ὧδ᾽ ἀμείφθη:‘ φαμὶ διδασκαλίαν Χείρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαιπὰρ Χαρικλοῦς καὶ Φιλύρας, ἵνα Κενταύρου με κοῦραι θρέψαν ἁγναί. εἴκοσι δ᾽ ἐκτελέσαις ἐνιαυτοὺς οὔτε ἔργον105 οὔτ᾽ ἔπος ἐντράπελον κείνοισιν εἰπὼν ἱκόμανοἴκαδ᾽, ἀρχαίαν κομίζων πατρὸς ἐμοῦ βασιλευομέναν[ 190] οὐ κατ᾽ αἶσαν, τάν ποτε Ζεὺς ὤπασεν λαγέτᾳΑἰόλῳ καὶ παισί, τιμάν. πεύθομαι γάρ νιν Πελίαν ἄθεμιν λευκαῖς πιθήσαντα φρασὶν110 ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέων: τοί μ᾽, ἐπεὶ πάμπρωτον εἶδον φέγγος, ὑπερφιάλου[ 200] ἁγεμόνος δείσαντες ὕβριν, κᾶδος ὡσείτε φθιμένου δνοφερὸνἐν δώμασι θηκάμενοι, μίγα κωκυτῷ γυναικῶνκρύβδα πέμπον σπαργάνοις ἐν πορφυρέοις, 115 νυκτὶ κοινάσαντες ὁδόν, Κρονίδᾳ δὲ τράφεν Χείρωνι δῶκαν. ἀλλὰ τούτων μὲν κεφάλαια λόγωνἴστε. λευκίππων δὲ δόμους πατέρων, κεδνοὶ πολῖται, φράσσατέ μοι σαφέως:[ 210] Αἴσονος γὰρ παῖς ἐπιχώριος οὐ ξείναν ἱκάνω γαῖαν ἄλλων. Φὴρ δέ με θεῖος Ἰάσονα κικλήσκων προσηύδα.’ 120 ὣς φάτο. τὸν μὲν ἐσελθόντ᾽ ἔγνον ὀφθαλμοὶ πατρός. ἐκ δ᾽ ἄρ᾽ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων, ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν ἐξαίρετονγόνον ἰδὼν κάλλιστον ἀνδρῶν.[ 220] καὶ κασίγνητοί σφισιν ἀμφότεροι125[ 230] ἤλυθον κείνου γε κατὰ κλέος: ἐγγὺς μὲν Φέρης κράναν Υπερῇδα λιπών, ἐκ δὲ Μεσσάνας Ἀμυθάν: ταχέως δ᾽ Ἄδματος ἷκεν καὶ Μέλαμπος, εὐμενέοντες ἀνεψιόν. ἐν δαιτὸς δὲ μοίρᾳμειλιχίοισι λόγοις αὐτοὺς Ἰάσων δέγμενος, ξείνι᾽ ἁρμόζοντα τεύχων, πᾶσαν ἐυφροσύναν τάνυεν, 130 ἀθρόαις πέντε δραπὼν νύκτεσσιν ἔν θ᾽ ἁμέραιςἱερὸν εὐζοίας ἄωτον. ἀλλ᾽ ἐν ἕκτᾳ πάντα, λόγον θέμενος σπουδαῖον, ἐξ ἀρχᾶς ἀνὴρσυγγενέσιν παρεκοινᾶθ᾽: οἱ δ᾽ ἐπέσποντ᾽: αἶψα δ᾽ ἀπὸ κλισιᾶνὦρτο σὺν κείνοισι. καί ῥ᾽ ἦλθον Πελία μέγαρον: 135[ 240] ἐσσύμενοι δ᾽ εἴσω κατέσταν. τῶν δ᾽ ἀκούσαις αὐτὸς ὑπαντίασενΤυροῦς ἐρασιπλοκάμου γενεά: πραῢν δ᾽ Ἰάσωνμαλθακᾷ φωνᾷ ποτιστάζων ὄαρονβάλλετο κρηπῖδα σοφῶν ἐπέων:‘ παῖ Ποσειδᾶνος Πετραίου, ἐντὶ μὲν θνατῶν φρένες ὠκύτεραι140 κέρδος αἰνῆσαι πρὸ δίκας δόλιον, τραχεῖαν ἑρπόντων πρὸς ἔπιβδαν ὅμως: ἀλλ᾽ ἐμὲ χρὴ καὶ σὲ θεμισσαμένους ὀργὰς ὑφαίνειν λοιπὸν ὄλβον.[ 250] εἰδότι τοι ἐρέω: μία βοῦς Κρηθεῖ τε μάτηρκαὶ θρασυμήδεϊ Σαλμωνεῖ: τρίταισιν δ᾽ ἐν γοναῖςἄμμες αὖ κείνων φυτευθέντες σθένος ἀελίου χρύσεον145 λεύσσομεν. Μοῖραι δ᾽ ἀφίσταντ᾽, εἴ τις ἔχθρα πέλει[ 260] ὁμογόνοις, αἰδῶ καλύψαι. οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσινοὐδ᾽ ἀκόντεσσιν μεγάλαν προγόνων τιμὰν δάσασθαι. μῆλά τε γάρ τοι ἐγὼκαὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημ᾽ ἀγρούς τε πάντας, τοὺς ἀπούραις150 ἁμετέρων τοκέων νέμεαι, πλοῦτον πιαίνων: κοὔ με πονεῖ τεὸν οἶκον ταῦτα πορσύνοντ᾽ ἄγαν:[ 270] ἀλλὰ καὶ σκᾶπτον μόναρχον καὶ θρόνος, ᾧ ποτε Κρηθεΐδαςἐγκαθίζων ἱππόταις εὔθυνε λαοῖς δίκας, τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας155 λῦσον ἄμμιν, μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόν.’ ὣς ἄρ᾽ ἔειπεν. ἀκᾷ δ᾽ ἀνταγόρευσεν καὶ Πελίας:‘ ἔσομαι[ 280] τοῖος: ἀλλ᾽ ἤδη με γηραιὸν μέρος ἁλικίαςἀμφιπολεῖ: σὸν δ᾽ ἄνθος ἥβας ἄρτι κυμαίνει: δύνασαι δ᾽ ἀφελεῖνμᾶνιν χθονίων. κέλεται γὰρ ἑὰν ψυχὰν κομίξαι160 Φρίξος ἐλθόντας πρὸς Αἰήτα θαλάμους, δέρμα τε κριοῦ βαθύμαλλον ἄγειν, τῷ ποτ᾽ ἐκ πόντου σαώθηἔκ τε ματρυιᾶς ἀθέων βελέων.[ 290] ταῦτά μοι θαυμαστὸς ὄνειρος ἰὼν φωνεῖ. μεμάντευμαι δ᾽ ἐπὶ Κασταλίᾳ, εἰ μετάλλατόν τι. καὶ ὡς τάχος ὀτρύνει με τεύχειν ναὶ πομπάν. 165 τοῦτον ἄεθλον ἑκὼν τέλεσον: καί τοι μοναρχεῖνκαὶ βασιλευέμεν ὄμνυμι προήσειν. καρτερὸςὅρκος ἄμμιν μάρτυς ἔστω Ζεὺς ὁ γενέθλιος ἀμφοτέροις.’[ 300] σύνθεσιν ταύταν ἐπαινήσαντες οἱ μὲν κρίθεν: ἀτὰρ Ἰάσων αὐτὸς ἤδη170 ὤρνυεν κάρυκας ἐόντα πλόονφαινέμεν παντᾷ. τάχα δὲ Κρονίδαο Ζηνὸς υἱοὶ τρεῖς ἀκαμαντομάχαιἦλθον Ἀλκμήνας θ᾽ ἑλικοβλεφάρου Λήδας τε, δοιοὶ δ᾽ ὑψιχαῖταιἀνέρες, Ἐννοσίδα γένος, αἰδεσθέντες ἀλκάν,[ 310] ἔκ τε Πύλου καὶ ἀπ᾽ ἄκρας Ταινάρου: τῶν μὲν κλέος175 ἐσλὸν Εὐφάμου τ᾽ ἐκράνθη σόν τε, Περικλύμεν᾽ εὐρυβία. ἐξ Ἀπόλλωνος δὲ φορμικτὰς ἀοιδᾶν πατὴρἔμολεν, εὐαίνητος, Ὀρφεύς. πέμπε δ᾽ Ἑρμᾶς χρυσόραπις διδύμους υἱοὺς ἐπ᾽ ἄτρυτον πόνον, τὸν μὲν Ἐχίονα, κεχλάδοντας ἥβᾳ, τὸν δ᾽ Ἔρυτον. ταχέες180[ 320] ἀμφὶ Παγγαίου θεμέθλοις ναιετάοντες ἔβαν: καὶ γὰρ ἑκὼν θυμῷ γελανεῖ θᾶσσον ἔντυνεν βασιλεὺς ἀνέμωνΖήταν Κάλαΐν τε πατὴρ Βορέας, ἄνδρας πτεροῖσιννῶτα πεφρίκοντας ἄμφω πορφυρέοις. τὸν δὲ παμπειθῆ γλυκὺν ἡμιθέοισιν πόθον ἔνδαιεν Ἥρα185 ναὸς Ἀργοῦς, μή τινα λειπόμενον[ 330] τὰν ἀκίνδυνον παρὰ ματρὶ μένειν αἰῶνα πέσσοντ᾽, ἀλλ᾽ ἐπὶ καὶ θανάτῳφάρμακον κάλλιστον ἑᾶς ἀρετᾶς ἅλιξιν εὑρέσθαι σὺν ἄλλοις. ἐς δ᾽ Ἰαωλκὸν ἐπεὶ κατέβα ναυτᾶν ἄωτος, λέξατο πάντας ἐπαινήσαις Ἰάσων. καί ῥά οἱ190 μάντις ὀρνίχεσσι καὶ κλάροισι θεοπροπέων ἱεροῖς[ 340] Μόψος ἄμβασε στρατὸν πρόφρων. ἐπεὶ δ᾽ ἐμβόλουκρέμασαν ἀγκύρας ὕπερθεν, χρυσέαν χείρεσσι λαβὼν φιάλανἀρχὸς ἐν πρύμνᾳ πατέρ᾽ Οὐρανιδᾶν ἐγχεικέραυνον Ζῆνα, καὶ ὠκυπόρους195 κυμάτων ῥιπὰς ἀνέμων τ᾽ ἐκάλει, νύκτας τε καὶ πόντου κελεύθουςἄματά τ᾽ εὔφρονα καὶ φιλίαν νόστοιο μοῖραν:[ 350] ἐκ νεφέων δέ οἱ ἀντάϋσε βροντᾶς αἴσιονφθέγμα: λαμπραὶ δ᾽ ἦλθον ἀκτῖνες στεροπᾶς ἀπορηγνύμεναι: ἀμπνοὰν δ᾽ ἥρωες ἔστασαν θεοῦ σάμασιν200 πιθόμενοι: κάρυξε δ᾽ αὐτοῖςἐμβαλεῖν κώπαισι τερασκόπος ἁδείας ἐνίπτων ἐλπίδας:[ 360] εἰρεσία δ᾽ ὑπεχώρησεν ταχειᾶν ἐκ παλαμᾶν ἄκορος. σὺν Νότου δ᾽ αὔραις ἐπ᾽ Ἀξείνου στόμα πεμπόμενοιἤλυθον: ἔνθ᾽ ἁγνὸν Ποσειδάωνος ἕσσαντ᾽ εἰναλίου τέμενος, 205 φοίνισσα δὲ Θρηϊκίων ἀγέλα ταύρων ὑπᾶρχενκαὶ νεόκτιστον λίθων βωμοῖο θέναρ. ἐς δὲ κίνδυνον βαθὺν ἱέμενοι δεσπόταν λίσσοντο ναῶν,[ 370] συνδρόμων κινηθμὸν ἀμαιμάκετονἐκφυγεῖν πετρᾶν. δίδυμαι γὰρ ἔσαν ζωαί, κυλινδέσκοντό τε κραιπνότεραι210 ἢ βαρυγδούπων ἀνέμων στίχες: ἀλλ᾽ ἤδη τελευτὰν κεῖνος αὐταῖςἡμιθέων πλόος ἄγαγεν. ἐς Φᾶσιν δ᾽ ἔπειτενἤλυθον: ἔνθα κελαινώπεσσι Κόλχοισιν βίαν[ 380] μῖξαν Αἰήτᾳ παρ᾽ αὐτῷ. πότνια δ᾽ ὀξυτάτων βελέωνποικίλαν ἴϋγγα τετράκναμον Οὐλυμπόθεν215 ἐν ἀλύτῳ ζεύξαισα κύκλῳμαινάδ᾽ ὄρνιν Κυπρογένεια φέρενπρῶτον ἀνθρώποισι, λιτάς τ᾽ ἐπαοιδὰς ἐκδιδάσκησεν σοφὸν Αἰσονίδαν: ὄφρα Μηδείας τοκέων ἀφέλοιτ᾽ αἰδῶ, ποθεινὰ δ᾽ Ἑλλὰς αὐτὰν[ 390] ἐν φρασὶ καιομέναν δονέοι μάστιγι Πειθοῦς. 220 καὶ τάχα πείρατ᾽ ἀέθλων δείκνυεν πατρωΐων: σὺν δ᾽ ἐλαίῳ φαρμακώσαισ᾽ ἀντίτομα στερεᾶν ὀδυνᾶνδῶκε χρίεσθαι. καταίνησαν τε κοινὸν γάμονγλυκὺν ἐν ἀλλάλοισι μῖξαι. ἀλλ᾽ ὅτ᾽ Αἰήτας ἀδαμάντινον ἐν μέσσοις ἄροτρον σκίμψατο225[ 400] καὶ βόας, οἳ φλόγ᾽ ἀπὸ ξανθᾶν γενύων πνέον καιομένοιο πυρός, χαλκέαις δ᾽ ὁπλαῖς ἀράσσεσκον χθόν᾽ ἀμειβόμενοι, τοὺς ἀγαγὼν ζεύγλᾳ πέλασσεν μοῦνος. ὀρθὰς δ᾽ αὔλακας ἐντανύσαιςἤλαυν᾽, ἀνὰ βωλακίας δ᾽ ὀρόγυιαν σχίζε νῶτονγᾶς. ἔειπεν δ᾽ ὧδε:‘ τοῦτ᾽ ἔργον βασιλεύς, 230[ 410] ὅστις ἄρχει ναός, ἐμοὶ τελέσαις ἄφθιτον στρωμνὰν ἀγέσθω, κῶας αἰγλᾶεν χρυσέῳ θυσάνῳ.’ ὣς ἄρ᾽ αὐδάσαντος ἀπὸ κροκόεν ῥίψαις Ἰάσων εἷμα θεῷ πίσυνοςεἴχετ᾽ ἔργου: πῦρ δέ νιν οὐκ ἐόλει παμφαρμάκου ξείνας ἐφετμαῖς. σπασσάμενος δ᾽ ἄροτρον, βοέους δήσαις ἀνάγκας235 ἔντεσιν αὐχένας ἐμβάλλων τ᾽ ἐριπλεύρῳ φυᾷ[ 420] κέντρον αἰανὲς βιατὰς ἐξεπόνησ᾽ ἐπιτακτὸν ἀνὴρμέτρον. ἴϋξεν δ᾽ ἀφωνήτῳ περ ἔμπας ἄχειδύνασιν Αἰήτας ἀγασθείς. πρὸς δ᾽ ἑταῖροι καρτερὸν ἄνδρα φίλας240 ὤρεγον χεῖρας, στεφάνοισί τέ νιν ποίας ἔρεπτον, μειλιχίοις τε λόγοιςἀγαπάζοντ᾽. αὐτίκα δ᾽ Ἀελίου θαυμαστὸς υἱὸς δέρμα λαμπρὸν[ 430] ἔννεπεν, ἔνθα νιν ἐκτάνυσαν Φρίξου μάχαιραι: ἤλπετο δ᾽ οὐκέτι οἱ κεῖνόν γε πράξεσθαι πόνον. κεῖτο γὰρ λόχμᾳ, δράκοντος δ᾽ εἴχετο λαβροτατᾶν γενύων, 245 ὃς πάχει μάκει τε πεντηκόντορον ναῦν κράτει, τέλεσαν ἃν πλαγαὶ σιδάρου.[ 440] μακρά μοι νεῖσθαι κατ᾽ ἀμαξιτόν: ὥρα γὰρ συνάπτει: καί τιναοἶμον ἴσαμι βραχύν: πολλοῖσι δ᾽ ἅγημαι σοφίας ἑτέροις. κτεῖνε μὲν γλαυκῶπα τέχναις ποικιλόνωτον ὄφιν, 250 ὦ Ἀρκεσίλα, κλέψεν τε Μήδειαν σὺν αὐτᾷ, τὰν Πελίαο φόνον: ἔν τ᾽ Ὠκεανοῦ πελάγεσσι μίγεν πόντῳ τ᾽ ἐρυθρῷΛαμνιᾶν τ᾽ ἔθνει γυναικῶν ἀνδροφόνων:[ 450] ἔνθα καὶ γυίων ἀέθλοις ἐπέδειξαν κρίσιν ἐσθᾶτος ἀμφίς, καὶ συνεύνασθεν. καὶ ἐν ἀλλοδαπαῖς255 σπέρμ᾽ ἀρούραις τουτάκις ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιονἆμαρ ἢ νύκτες. τόθι γὰρ γένος Εὐφάμου φυτευθὲν λοιπὸν αἰεὶτέλλετο: καὶ Λακεδαιμονίων μιχθέντες ἀνδρῶν[ 460] ἤθεσι τάν ποτε Καλλίσταν ἀπῴκησαν χρόνῳνᾶσον: ἔνθεν δ᾽ ὔμμι Λατοίδας ἔπορεν Λιβύας πεδίον260 σὺν θεῶν τιμαῖς ὀφέλλειν, ἄστυ χρυσοθρόνουδιανέμειν θεῖον Κυράναςὀρθόβουλον μῆτιν ἐφευρομένοις. γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν. εἰ γάρ τις ὄζους ὀξυτόμῳ πελέκει[ 470] ἐξερείψειεν μεγάλας δρυός, αἰσχύνοι δέ οἱ θαητὸν εἶδος: 265 καὶ φθινόκαρπος ἐοῖσα διδοῖ ψᾶφον περ᾽ αὐτᾶς, εἴ ποτε χειμέριον πῦρ ἐξίκηται λοίσθιον: ἢ σὺν ὀρθαῖς κιόνεσσιν δεσποσύναισιν ἐρειδομέναμόχθον ἄλλοις ἀμφέπει δύστανον ἐν τείχεσιν, ἑὸν ἐρημώσαισα χῶρον. 270[ 480] ἐσσὶ δ᾽ ἰατὴρ ἐπικαιρότατος, Παιάν τέ σοι τιμᾷ φάος: χρὴ μαλακὰν χέρα προσβάλλοντα τρώμαν ἕλκεος ἀμφιπολεῖν. ῥᾴδιον μὲν γὰρ πόλιν σεῖσαι καὶ ἀφαυροτέροις: ἀλλ᾽ ἐπὶ χώρας αὖτις ἕσσαι δυσπαλὲς δὴ γίγνεται, ἐξαπίναςεἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται. 275[ 490] τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες. τλᾶθι τᾶς εὐδαίμονος ἀμφὶ Κυράνας θέμεν σπουδὰν ἅπασαν. τῶν δ᾽ Ὁμήρου καὶ τόδε συνθέμενοςῥῆμα πόρσυν᾽: ἄγγελον ἐσλὸν ἔφα τιμὰν μεγίσταν πράγματι παντὶ φέρειν: αὔξεται καὶ Μοῖσα δι᾽ ἀγγελίας ὀρθᾶς. ἐπέγνω μὲν Κυράνα280 καὶ τὸ κλεεννότατον μέγαρον Βάττου δικαιᾶν[ 500] Δαμοφίλου πραπίδων. κεῖνος γὰρ ἐν παισὶν νέος, ἐν δὲ βουλαῖς πρέσβυς ἐγκύρσαις ἑκατονταετεῖ βιοτᾷ, ὀρφανίζει μὲν κακὰν γλῶσσαν φαεννᾶς ὀπός, ἔμαθε δ᾽ ὑβρίζοντα μισεῖν, 285 οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς, οὐδὲ μακύνων τέλος οὐδέν. ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων βραχὺ μέτρον ἔχει.[ 510] εὖ νιν ἔγνωκεν: θεράπων δέ οἱ, οὐ δράστας ὀπαδεῖ. φαντὶ δ᾽ ἔμμεντοῦτ᾽ ἀνιαρότατον, καλὰ γιγνώσκοντ᾽ ἀνάγκᾳἐκτὸς ἔχειν πόδα. καὶ μὰν κεῖνος Ἄτλας οὐρανῷ290[ 520] προσπαλαίει νῦν γε πατρῴας ἀπὸ γᾶς ἀπό τε κτεάνων: λῦσε δὲ Ζεὺς ἄφθιτος Τιτᾶνας. ἐν δὲ χρόνῳμεταβολαὶ λήξαντος οὔρουἱστίων. ἀλλ᾽ εὔχεται οὐλομέναν νοῦσον διαντλήσαις ποτὲοἶκον ἰδεῖν, ἐπ᾽ Ἀπόλλωνός τε κράνᾳ συμποσίας ἐφέπων295 θυμὸν ἐκδόσθαι πρὸς ἥβαν πολλάκις, ἔν τε σοφοῖςδαιδαλέαν φόρμιγγα βαστάζων πολίταις ἡσυχίᾳ θιγέμεν,[ 530] μήτ᾽ ὦν τινι πῆμα πορών, ἀπαθὴς δ᾽ αὐτὸς πρὸς ἀστῶν. καί κε μυθήσαιθ᾽ ὁποίαν, Ἀρκεσίλα, εὗρε παγὰν ἀμβροσίων ἐπέων, πρόσφατον Θήβᾳ ξενωθείς.

Intertext edge

Open linked passage

Note