Pythian
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
5.1
ΑΡΚΕΣΙΛΑι ΚΥΡΗΝΑΙΩι ΑΡΜΑΤΙὁ πλοῦτος εὐρυσθενής, ὅταν τις ἀρετᾷ κεκραμένον καθαρᾷβροτήσιος ἀνὴρ πότμου παραδόντος, αὐτὸν ἀνάγῃπολύφιλον ἑπέταν. 5 ὦ θεόμορ᾽ Ἀρκεσίλα, σύ τοί νιν κλυτᾶςαἰῶνος ἀκρᾶν βαθμίδων ἄπο[ 10] σὺν εὐδοξίᾳ μετανίσεαιἕκατι χρυσαρμάτου Κάστορος: 10 εὐδίαν ὃς μετὰ χειμέριον ὄμβρον τεὰνκαταιθύσσει μάκαιραν ἑστίαν. σοφοὶ δέ τοι κάλλιονφέροντι καὶ τὰν θεόσδοτον δύναμιν. σὲ δ᾽ ἐρχόμενον ἐν δίκᾳ πολὺς ὄλβος ἀμφινέμεται: 15 τὸ μέν, ὅτι βασιλεὺς[ 20] ἐσσὶ μεγαλᾶν πολίων, ἔχει συγγενὴςὀφθαλμὸς αἰδοιότατον γέραςτεᾷ τοῦτο μιγνύμενον φρενί: 20 μάκαρ δὲ καὶ νῦν, κλεεννᾶς ὅτιεὖχος ἤδη παρὰ Πυθιάδος ἵπποις ἑλὼνδέδεξαι τόνδε κῶμον ἀνέρων,[ 30] Ἀπολλώνιον ἄθυρμα. τῷ σε μὴ λαθέτωΚυράνας γλυκὺν ἀμφὶ κᾶπον Ἀφροδίτας ἀειδόμενον, 25 παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν: φιλεῖν δὲ Κάρρωτον ἔξοχ᾽ ἑταίρων: ὃς οὐ τὰν Ἐπιμαθέος ἄγωνὀψινόου θυγατέρα Πρόφασιν, Βαττιδᾶνἀφίκετο δόμους θεμισκρεόντων: 30 ἀλλ᾽ ἀρισθάρματον[ 40] ὕδατι Κασταλίας ξενωθεὶς γέρας ἀμφέβαλε τεαῖσιν κόμαις, ἀκηράτοις ἁνίαιςποδαρκέων δωδεκάδρομον τέμενος. κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν: ἀλλὰ κρέμαται, 35 ὁπόσα χεριαρᾶντεκτόνων δαίδαλ᾽ ἄγωνΚρισαῖον λόφον[ 50] ἄμειψεν ἐν κοιλόπεδον νάποςθεοῦ: τό σφ᾽ ἔχει κυπαρίσσινον40 μέλαθρον ἀμφ᾽ ἀνδριάντι σχεδόν, Κρῆτες ὃν τοξοφόροι τέγεϊ Παρνασσίῳκαθέσσαντο μονόδροπον φυτόν. ἑκόντι τοίνυν πρέπεινόῳ τὸν εὐεργέταν ὑπαντιάσαι. 45[ 60] Ἀλεξιβιάδα, σὲ δ᾽ ἠΰκομοι φλέγοντι Χάριτες. μακάριος, ὃς ἔχειςκαὶ πεδὰ μέγαν κάματονλόγων φερτάτωνμναμήϊ᾽: ἐν τεσσαράκοντα γὰρ50 πετόντεσσιν ἁνιόχοις ὅλονδίφρον κομίξαις ἀταρβεῖ φρενί, ἦλθες ἤδη Λιβύας πεδίον ἐξ ἀγλαῶν[ 70] ἀέθλων καὶ πατρωΐαν πόλιν. πόνων δ᾽ οὔ τις ἀπόκλαρός ἐστιν οὔτ᾽ ἔσεται: 55 ὁ Βάττου δ᾽ ἕπεται παλαιὸς ὄλβος ἔμπαν τὰ καὶ τὰ νέμων, πύργος ἄστεος ὄμμα τε φαεννότατονξένοισι. κεῖνόν γε καὶ βαρύκομποιλέοντες περὶ δείματι φύγον, γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν: 60[ 80] ὁ δ᾽ ἀρχαγέτας ἔδωκ᾽ Ἀπόλλωνθῆρας αἰνῷ φόβῳ, ὄφρα μὴ ταμίᾳ Κυράνας ἀτελὴς γένοιτο μαντεύμασιν. ὃ καὶ βαρειᾶν νόσωνἀκέσματ᾽ ἄνδρεσσι καὶ γυναιξὶ νέμει, 65 πόρεν τε κίθαριν, δίδωσί τε Μοῖσαν οἷς ἂν ἐθέλῃ, ἀπόλεμον ἀγαγὼν[ 90] ἐς πραπίδας εὐνομίαν, μυχόν τ᾽ ἀμφέπειμαντήϊον: τῷ καὶ Λακεδαίμονι70 ἐν Ἄργει τε καὶ ζαθέᾳ Πύλῳἔνασσεν ἀλκάεντας Ἡρακλέοςἐκγόνους Αἰγιμιοῦ τε. τὸ δ᾽ ἐμὸν γαρύεινἀπὸ Σπάρτας ἐπήρατον κλέος: ὅθεν γεγενναμένοι75[ 100] ἵκοντο Θήρανδε φῶτες Αἰγεΐδαι, ἐμοὶ πατέρες, οὐ θεῶν ἄτερ, ἀλλὰ μοῖρά τις ἄγεν: πολύθυτον ἔρανονἔνθεν ἀναδεξάμενοι, Ἄπολλον, τεᾷ, 80 Καρνήϊ᾽, ἐν δαιτὶ σεβίζομενΚυράνας ἀγακτιμέναν πόλιν: ἔχοντι τὰν χαλκοχάρμαι ξένοιΤρῶες Ἀντανορίδαι. σὺν Ἑλένᾳ γὰρ μόλον,[ 110] καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον85 ἐν Ἄρει. τὸ δ᾽ ἐλάσιππον ἔθνος ἐνδυκέωςδέκονται θυσίαισιν ἄνδρες οἰχνέοντές σφε δωροφόροι, τοὺς Ἀριστοτέλης ἄγαγε, ναυσὶ θοαῖςἁλὸς βαθεῖαν κέλευθον ἀνοίγων.[ 120] κτίσεν δ᾽ ἄλσεα μείζονα θεῶν, 90 εὐθύτομόν τε κατέθηκεν Ἀπολλωνίαιςἀλεξιμβρότοις πεδιάδα πομπαῖςἔμμεν ἱππόκροτονσκυρωτὰν ὁδόν, ἔνθα πρυμνοῖς ἀγορᾶς ἔπι δίχα κεῖται θανών. μάκαρ μὲν ἀνδρῶν μέτα95 ἔναιεν, ἥρως δ᾽ ἔπειτα λαοσεβής.[ 130] ἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Ἀΐδανβασιλέες ἱεροὶἐντί, μεγάλαν δ᾽ ἀρετὰνδρόσῳ μαλθακᾷ100 ῥανθεῖσαν κώμων ὑπὸ χεύμασιν, ἀκούοντί που χθονίᾳ φρενί, σφὸν ὄλβον υἱῷ τε κοινὰν χάρινἔνδικόν τ᾽ Ἀρκεσίλᾳ. τὸν ἐν ἀοιδᾷ νέων[ 140] πρέπει χρυσάορα Φοῖβον ἀπύειν, 105 ἔχοντα Πυθωνόθεντὸ καλλίνικον λυτήριον δαπανᾶνμέλος χαρίεν. ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί. λεγόμενον ἐρέω: κρέσσονα μὲν ἁλικίας110 νόον φέρβεταιγλῶσσάν τε: θάρσος δὲ τανύπτερος[ 150] ἐν ὄρνιξιν αἰετὸς ἔπλετο: ἀγωνίας δ᾽, ἕρκος οἷον, σθένος: ἔν τε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας, 115 πέφανταί θ᾽ ἁρματηλάτας σοφός: ὅσαι τ᾽ εἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι, τετόλμακε. θεός τέ οἱ τὸ νῦν τε πρόφρων τελεῖ δύνασιν, καὶ τὸ λοιπὸν ὁμοῖα, Κρονίδαι μάκαρες,[ 160] διδοῖτ᾽ ἐπ᾽ ἔργοισιν ἀμφί τε βουλαῖς120 ἔχειν, μὴ φθινοπωρὶς ἀνέμωνχειμερία κατὰ πνοὰ δαμαλίζοι χρόνον. Διός τοι νόος μέγας κυβερνᾷδαίμον᾽ ἀνδρῶν φίλων. εὔχομαί νιν Ὀλυμπίᾳ τοῦτο125 δόμεν γέρας ἔπι Βάττου γένει.