Pythian
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
7.1
ΜΕΓΑΚΛΕΙ ΑΘΗΝΑΙΩι ΤΕΘΡΙΠΠΩικάλλιστον αἱ μεγαλοπόλιες Ἀθᾶναιπροοίμιον Ἀλκμανιδᾶν εὐρυσθενεῖ γενεᾷκρηπῖδ᾽ ἀοιδᾶνἵπποισι βαλέσθαι. 5 ἐπεὶ τίνα πάτραν, τίνα οἶκονναίων ὀνυμάξεαιἐπιφανέστερονἙλλάδι πυθέσθαι; πάσαισι γὰρ πολίεσι λόγος ὁμιλεῖ10[ 10] Ἐρεχθέος ἀστῶν, Ἄπολλον, οἳ τεόν γε δόμονΠυθῶνι δίᾳθαητὸν ἔτευξαν. ἄγοντι δέ με πέντε μὲν Ἰσθμοῖνῖκαι, μία δ᾽ ἐκπρεπὴς15 Διὸς Ὀλυμπιάς, δύο δ᾽ ἀπὸ Κίρρας, ὦ Μεγάκλεες, ὑμαί τε καὶ προγόνων. νέα δ᾽ εὐπραγίᾳ χαίρω τι: τὸ δ᾽ ἄχνυμαι, φθόνον ἀμειβόμενον τὰ καλὰ ἔργα. 20[ 20] φαντί γε μὰν οὕτω κεν ἀνδρὶ παρμονίμανθάλλοισαν εὐδαιμονίαντὰ καὶ τὰ φέρεσθαι.