Pythian
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
8.1
ΑΡΙΣΤΟΜΕΝΕΙ ΑΙΓΙΝΗΤΗι ΠΑΛΑΙΣΤΗιφιλόφρον Ἡσυχία, Δίκαςὦ μεγιστόπολι θύγατερ, βουλᾶν τε καὶ πολέμωνἔχοισα κλαῗδας ὑπερτάτας, 5 Πυθιόνικον τιμὰν Ἀριστομένει δέκευ. τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶςἐπίστασαι καιρῷ σὺν ἀτρεκεῖ:[ 10] τὺ δ᾽, ὁπόταν τις ἀμείλιχονκαρδίᾳ κότον ἐνελάσῃ, 10 τραχεῖα δυσμενέωνὑπαντιάξαισα κράτει τιθεῖςὝβριν ἐν ἄντλῳ. τὰν οὐδὲ Πορφυρίων μάθενπαρ᾽ αἶσαν ἐξερεθίζων: κέρδος δὲ φίλτατον, ἑκόντος εἴ τις ἐκ δόμων φέροι. 15[ 20] βία δὲ καὶ μεγάλαυχον ἔσφαλεν ἐν χρόνῳ. Τυφὼς Κίλιξ ἑκατόγκρανος οὔ νιν ἄλυξεν, οὐδὲ μὰν βασιλεὺς Γιγάντων: δμᾶθεν δὲ κεραυνῷτόξοισί τ᾽ Ἀπόλλωνος: ὃς εὐμενεῖ νόῳΞενάρκειον ἔδεκτο Κίρραθεν ἐστεφανωμένον20 υἱὸν ποίᾳ Παρνασσίδι Δωριεῖ τε κώμῳ.[ 30] ἔπεσε δ᾽ οὐ Χαρίτων ἑκὰςἁ δικαιόπολις ἀρεταῖςκλειναῖσιν Αἰακιδᾶνθιγοῖσα νᾶσος: τελέαν δ᾽ ἔχει25 δόξαν ἀπ᾽ ἀρχᾶς. πολλοῖσι μὲν γὰρ ἀείδεταινικαφόροις ἐν ἀέθλοις θρέψαισα καὶ θοαῖςὑπερτάτους ἥρωας ἐν μάχαις: τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει.[ 40] εἰμὶ δ᾽ ἄσχολος ἀναθέμεν30 πᾶσαν μακραγορίανλύρᾳ τε καὶ φθέγματι μαλθακῷ, μὴ κόρος ἐλθὼν κνίσῃ. τὸ δ᾽ ἐν ποσί μοι τράχονἴτω τεὸν χρέος, ὦ παῖ, νεώτατον καλῶν, ἐμᾷ ποτανὸν ἀμφὶ μαχανᾷ. 35 παλαισμάτεσσι γὰρ ἰχνεύων ματραδελφεοὺς[ 50] Ὀλυμπίᾳ τε Θεόγνητον οὐ κατελέγχεις, οὐδὲ Κλειτομάχοιο νίκαν Ἰσθμοῖ θρασύγυιον: αὔξων δὲ πάτραν Μιδυλιδᾶν λόγον φέρεις, τὸν ὅνπερ ποτ᾽ Ὀϊκλέος παῖς ἐν ἑπταπύλοις ἰδὼν40 υἱοὺς Θήβαις αἰνίξατο παρμένοντας αἰχμᾷ, ὁπότ᾽ ἀπ᾽ Ἄργεος ἤλυθον[ 60] δευτέραν ὁδὸν Ἐπίγονοι. ὧδ᾽ εἶπε μαρναμένων:‘ φυᾷ τὸ γενναῖον ἐπιπρέπει45 ἐκ πατέρων παισὶ λῆμα. θαέομαι σαφὲςδράκοντα ποικίλον αἰθᾶς Ἀλκμᾶν᾽ ἐπ᾽ ἀσπίδοςνωμῶντα πρῶτον ἐν Κάδμου πύλαις. ὁ δὲ καμὼν προτέρᾳ πάθᾳ[ 70] νῦν ἀρείονος ἐνέχεται50 ὄρνιχος ἀγγελίᾳἌδραστος ἥρως: τὸ δὲ οἴκοθενἀντία πράξει. μοῦνος γὰρ ἐκ Δαναῶν στρατοῦθανόντος ὀστέα λέξαις υἱοῦ, τύχᾳ θεῶνἀφίξεται λαῷ σὺν ἀβλαβεῖ55 Ἄβαντος εὐρυχόρους ἀγυιάς.’ τοιαῦτα μὲνἐφθέγξατ᾽ Ἀμφιάρηος. χαίρων δὲ καὶ αὐτὸς[ 80] Ἀλκμᾶνα στεφάνοισι βάλλω, ῥαίνω δὲ καὶ ὕμνῳ, γείτων ὅτι μοι καὶ κτεάνων φύλαξ ἐμῶνὑπάντασεν ἰόντι γᾶς ὀμφαλὸν παρ᾽ ἀοίδιμον, 60 μαντευμάτων τ᾽ ἐφάψατο συγγόνοισι τέχναις. τὺ δ᾽, Ἑκαταβόλε, πάνδοκον[ 90] ναὸν εὐκλέα διανέμωνΠυθῶνος ἐν γυάλοις, τὸ μὲν μέγιστον τόθι χαρμάτων65 ὤπασας: οἴκοι δὲ πρόσθεν ἁρπαλέαν δόσινπενταθλίου σὺν ἑορταῖς ὑμαῖς ἐπάγαγες. ἄναξ, ἑκόντι δ᾽ εὔχομαι νόῳκατά τιν᾽ ἁρμονίαν βλέπειν, ἀμφ᾽ ἕκαστον ὅσα νέομαι. 70 κώμῳ μὲν ἁδυμελεῖ[ 100] Δίκα παρέστακε: θεῶν δ᾽ ὄπινἄφθονον αἰτέω, Ξείναρκες, ὑμετέραις τύχαις. εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ, πολλοῖς σοφὸς δοκεῖ πεδ᾽ ἀφρόνων75 βίον κορυσσέμεν ὀρθοβούλοισι μαχαναῖς: τὰ δ᾽ οὐκ ἐπ᾽ ἀνδράσι κεῖται: δαίμων δὲ παρίσχει,[ 110] ἄλλοτ᾽ ἄλλον ὕπερθε βάλλων, ἄλλον δ᾽ ὑπὸ χειρῶνμέτρῳ καταβαίνει. Μεγάροις δ᾽ ἔχεις γέρας, μυχῷ τ᾽ ἐν Μαραθῶνος, Ἥρας τ᾽ ἀγῶν᾽ ἐπιχώριον80 νίκαις τρισσαῖς, Ὦριστόμενες, δάμασσας ἔργῳ: τέτρασι δ᾽ ἔμπετες ὑψόθενσωμάτεσσι κακὰ φρονέων, τοῖς οὔτε νόστος ὁμῶς[ 120] ἔπαλπνος ἐν Πυθιάδι κρίθη, 85 οὐδὲ μολόντων πὰρ ματέρ᾽ ἀμφὶ γέλως γλυκὺςὦρσεν χάριν: κατὰ λαύρας δ᾽ ἐχθρῶν ἀπάοροιπτώσσοντι, συμφορᾷ δεδαγμένοι. ὁ δὲ καλόν τι νέον λαχὼνἁβρότατος ἔπι μεγάλας90 ἐξ ἐλπίδος πέταται[ 130] ὑποπτέροις ἀνορέαις, ἔχωνκρέσσονα πλούτου μέριμναν. ἐν δ᾽ ὀλίγῳ βροτῶντὸ τερπνὸν αὔξεται: οὕτω δὲ καὶ πίτνει χαμαί, ἀποτρόπῳ γνώμᾳ σεσεισμένον. 95 ἐπάμεροι: τί δέ τις; τί δ᾽ οὔ τις; σκιᾶς ὄναρἄνθρωπος. ἀλλ᾽ ὅταν αἴγλα διόσδοτος ἔλθῃ, λαμπρὸν φέγγος ἔπεστιν ἀνδρῶν καὶ μείλιχος αἰών:[ 140] Αἴγινα φίλα μᾶτερ, ἐλευθέρῳ στόλῳπόλιν τάνδε κόμιζε Δὶ καὶ κρέοντι σὺν Αἰακῷ100 Πηλεῖ τε κἀγαθῷ Τελαμῶνι σύν τ᾽ Ἀχιλλεῖ.