Pythian
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
9.1
ΤΕΛΕΣΙΚΡΑΤΕΙ ΚΥΡΗΝΑΙΩι ΟΠΛΙΤΟΔΡΟΜΩιἐθέλω χαλκάσπιδα Πυθιονίκανσὺν βαθυζώνοισιν ἀγγέλλωνΤελεσικράτη Χαρίτεσσι γεγωνεῖν, ὄλβιον ἄνδρα, διωξίππου στεφάνωμα Κυράνας: 5 τὰν ὁ χαιτάεις ἀνεμοσφαράγων ἐκ Παλίου κόλπων ποτὲ Λατοΐδας[ 10] ἅρπασ᾽, ἔνεικέ τε χρυσέῳ παρθένον ἀγροτέραν δίφρῳ, τόθι νιν πολυμήλουκαὶ πολυκαρποτάτας θῆκε δέσποιναν χθονὸςῥίζαν ἀπείρου τρίταν εὐήρατον θάλλοισαν οἰκεῖν. ὑπέδεκτο δ᾽ ἀργυρόπεζ᾽ Ἀφροδίτα10 Δάλιον ξεῖνον θεοδμάτωνὀχέων, ἐφαπτομένα χερὶ κούφᾳ.[ 20] καί σφιν ἐπὶ γλυκεραῖς εὐναῖς ἐρατὰν βάλεν αἰδῶ, ξυνὸν ἁρμόζοισα θεῷ τε γάμον μιχθέντα κούρᾳ θ᾽ Ὑψέος εὐρυβία: ὃς Λαπιθᾶν ὑπερόπλων τουτάκις ἦν βασιλεύς, ἐξ Ὠκεανοῦ γένος ἥρως15 δεύτερος: ὅν ποτε Πίνδου κλεενναῖς ἐν πτυχαῖς[ 30] Ναῒς εὐφρανθεῖσα Πηνειοῦ λέχει Κρείοισ᾽ ἔτικτεν, Γαίας θυγάτηρ. ὁ δὲ τὰν εὐώλενονθρέψατο παῖδα Κυράναν: ἁ μὲν οὔθ᾽ ἱστῶν παλιμβάμους ἐφίλησεν ὁδούς, οὔτε δείπνων οἰκοριᾶν μεθ᾽ ἑταιρᾶν τέρψιας, 20 ἀλλ᾽ ἀκόντεσσίν τε χαλκέοιςφασγάνῳ τε μαρναμένα κεράϊζεν ἀγρίους[ 40] θῆρας, ἦ πολλάν τε καὶ ἡσύχιονβουσὶν εἰρήναν παρέχοισα πατρῴαις, τὸν δὲ σύγκοιτον γλυκὺνπαῦρον ἐπὶ γλεφάροις25 ὕπνον ἀναλίσκοισα ῥέποντα πρὸς ἀῶ. κίχε νιν λέοντί ποτ᾽ εὐρυφαρέτραςὀμβρίμῳ μούναν παλαίοισανἄτερ ἐγχέων ἑκάεργος Ἀπόλλων. αὐτίκα δ᾽ ἐκ μεγάρων Χείρωνα προσέννεπε φωνᾷ. 30[ 51]‘ σεμνὸν ἄντρον, Φιλλυρίδα, προλιπὼν θυμὸν γυναικὸς καὶ μεγάλαν δύνασινθαύμασον, οἷον ἀταρβεῖ νεῖκος ἄγει κεφαλᾷ, μόχθου καθύπερθε νεᾶνιςἦτορ ἔχοισα: φόβῳ δ᾽ οὐ κεχείμανται φρένες. τίς νιν ἀνθρώπων τέκεν; ποίας δ᾽ ἀποσπασθεῖσα φύτλας[ 60] ὀρέων κευθμῶνας ἔχει σκιοέντων, 35 γεύεται δ᾽ ἀλκᾶς ἀπειράντου; ὁσία κλυτὰν χέρα οἱ προσενεγκεῖν, ἦ ῥα; καὶ ἐκ λεχέων κεῖραι μελιηδέα ποίαν;’ τὸν δὲ Κένταυρος ζαμενής, ἀγανᾷ χλαρὸν γελάσσαις ὀφρύϊ, μῆτιν ἑὰν[ 70] εὐθὺς ἀμείβετο:‘ κρυπταὶ κλαΐδες ἐντὶ σοφᾶς Πειθοῦς ἱερᾶν φιλοτάτων, 40 Φοῖβε, καὶ ἔν τε θεοῖς τοῦτο κἀνθρώποις ὁμῶςαἰδέοντ᾽, ἀμφανδὸν ἁδείας τυχεῖν τὸ πρῶτον εὐνᾶς. καὶ γὰρ σέ, τὸν οὐ θεμιτὸν ψεύδει θιγεῖν, ἔτραπε μείλιχος ὀργὰ παρφάμεν τοῦτον λόγον. κούρας δ᾽ ὁπόθεν γενεὰν[ 80] ἐξερωτᾷς, ὦ ἄνα; κύριον ὃς πάντων τέλος45 οἶσθα καὶ πάσας κελεύθους: ὅσσα τε χθὼν ἠρινὰ φύλλ᾽ ἀναπέμπει, χὠπόσαιἐν θαλάσσᾳ καὶ ποταμοῖς ψάμαθοικύμασιν ῥιπαῖς τ᾽ ἀνέμων κλονέονται, χὤ τι μέλλει, χὠπόθενἔσσεται, εὖ καθορᾷς. 50 εἰ δὲ χρὴ καὶ πὰρ σοφὸν ἀντιφερίξαι, ἐρέω. ταύτᾳ πόσις ἵκεο βᾶσσαν[ 90] τάνδε, καὶ μέλλεις ὑπὲρ πόντουΔιὸς ἔξοχον ποτὶ κᾶπον ἐνεῖκαι: ἔνθα νιν ἀρχέπολιν θήσεις, ἐπὶ λαὸν ἀγείραις55 νασιώταν ὄχθον ἐς ἀμφίπεδον: νῦν δ᾽ εὐρυλείμων πότνιά σοι Λιβύαδέξεται εὐκλέα νύμφαν δώμασιν ἐν χρυσέοις πρόφρων: ἵνα οἱ χθονὸς αἶσαν[ 100] αὐτίκα συντελέθειν ἔννομον δωρήσεται, οὔτε παγκάρπων φυτῶν νήποινον, οὔτ᾽ ἀγνῶτα θηρῶν. τόθι παῖδα τέξεται, ὃν κλυτὸς Ἑρμᾶς60 εὐθρόνοις Ὥραισι καὶ Γαίᾳἀνελὼν φίλας ὑπὸ ματέρος οἴσει. ταὶ δ᾽ ἐπιγουνίδιον θαησάμενοι βρέφος αὐταῖς,[ 110] νέκταρ ἐν χείλεσσι καὶ ἀμβροσίαν στάξοισι, θήσονταί τέ νιν ἀθάνατονΖῆνα καὶ ἁγνὸν Ἀπόλλων᾽, ἀνδράσι χάρμα φίλοις ἄγχιστον, ὀπάονα μήλων, 65 Ἀγρέα καὶ Νόμιον, τοῖς δ᾽ Ἀρισταῖον καλεῖν.’ ὣς ἄρ᾽ εἰπὼν ἔντυεν τερπνὰν γάμου κραίνειν τελευτάν. ὠκεῖα δ᾽ ἐπειγομένων ἤδη θεῶν[ 120] πρᾶξις ὁδοί τε βραχεῖαι. κεῖνο κεῖν᾽ ἆμαρ διαίτασεν: θαλάμῳ δὲ μίγενἐν πολυχρύσῳ Λιβύας: ἵνα καλλίσταν πόλιν70 ἀμφέπει κλεινάν τ᾽ ἀέθλοις. καί νυν ἐν Πυθῶνί νιν ἀγαθέᾳ Καρνειάδαυἱὸς εὐθαλεῖ συνέμιξε τύχᾳ:[ 130] ἔνθα νικάσαις ἀνέφανε Κυράναν, ἅ νιν εὔφρων δέξεται, καλλιγύναικι πάτρᾳ75 δόξαν ἱμερτὰν ἀγαγόντ᾽ ἀπὸ Δελφῶν. ἀρεταὶ δ᾽ αἰεὶ μεγάλαι πολύμυθοι: βαιὰ δ᾽ ἐν μακροῖσι ποικίλλειν, ἀκοὰ σοφοῖς: ὁ δὲ καιρὸς ὁμοίωςπαντὸς ἔχει κορυφάν. ἔγνον ποτὲ καὶ Ἰόλαον80[ 140] οὐκ ἀτιμάσαντά νιν ἑπτάπυλοι Θῆβαι: τόν, Εὐρυσθῆος ἐπεὶ κεφαλὰνἔπραθε φασγάνου ἀκμᾷ, κρύψαν ἔνερθ᾽ ὑπὸ γᾶν διφρηλάτα Ἀμφιτρύωνοςσάματι, πατροπάτωρ ἔνθα οἱ Σπαρτῶν ξένοςκεῖτο, λευκίπποισι Καδμείων μετοικήσαις ἀγυιαῖς. τέκε οἷ καὶ Ζηνὶ μιγεῖσα δαΐφρων85 ἐν μόναις ὠδῖσιν Ἀλκμήνα[ 150] διδύμων κρατησίμαχον σθένος υἱῶν. κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ παραβάλλει, μηδὲ Διρκαίων ὑδάτων ἀὲ μέμναται, τά νιν θρέψαντο καὶ Ἰφικλέα: τοῖσι τέλειον ἐπ᾽ εὐχᾷ κωμάσομαί τι παθὼν ἐσλόν: Χαρίτων κελαδεννᾶν90[ 160] μή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳ τε γὰρφαμὶ Νίσου τ᾽ ἐν λόφῳ τρὶς δὴ πόλιν τάνδ᾽ εὐκλεΐξαι, σιγαλὸν ἀμαχανίαν ἔργῳ φυγών: οὕνεκεν, εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις, τό γ᾽ ἐν ξυνῷ πεποναμένον εὖμὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω. 95 κεῖνος αἰνεῖν καὶ τὸν ἐχθρὸν[ 170] παντὶ θυμῷ σύν γε δίκᾳ καλὰ ῥέζοντ᾽ ἔννεπεν. πλεῖστα νικάσαντά σε καὶ τελεταῖςὡρίαις ἐν Παλλάδος εἶδον ἄφωνοί θ᾽ ὡς ἕκασται φίλτατονπαρθενικαὶ πόσιν ἢ100 υἱὸν εὔχοντ᾽, ὦ Τελεσίκρατες, ἔμμεν, ἐν Ὀλυμπίοισί τε καὶ βαθυκόλπουΓᾶς ἀέθλοις ἔν τε καὶ πᾶσινἐπιχωρίοις. ἐμὲ δ᾽ ὦν τις ἀοιδᾶν[ 180] δίψαν ἀκειόμενον πράσσει χρέος αὖτις ἐγεῖραι105 καὶ παλαιὰν δόξαν ἑῶν προγόνων: οἷοι Λιβύσσας ἀμφὶ γυναικὸς ἔβανἼρασα πρὸς πόλιν, Ἀνταίου μετὰ καλλίκομον μναστῆρες ἀγακλέα κούραν: τὰν μάλα πολλοὶ ἀριστῆες ἀνδρῶν αἴτεον[ 190] σύγγονοι, πολλοὶ δὲ καὶ ξείνων. ἐπεὶ θαητὸν εἶδοςἔπλετο: χρυσοστεφάνου δέ οἱ Ἥβας110 καρπὸν ἀνθήσαντ᾽ ἀποδρέψαιἔθελον. πατὴρ δὲ θυγατρὶ φυτεύωνκλεινότερον γάμον, ἄκουσεν Δαναόν ποτ᾽ ἐν Ἄργειοἷον εὗρεν τεσσαράκοντα καὶ ὀκτὼ παρθένοισι, πρὶν μέσον ἆμαρ ἑλεῖν,[ 200] ὠκύτατον γάμον. ἔστασεν γὰρ ἅπαντα χορὸν ἐν τέρμασιν αὐτίκ᾽ ἀγῶνος: 115 σὺν δ᾽ ἀέθλοις ἐκέλευσεν διακρῖναι ποδῶν, ἅντινα σχήσοι τις ἡρώων, ὅσοι γαμβροί σφιν ἦλθον. οὕτω δ᾽ ἐδίδου Λίβυς ἁρμόζων κόρᾳ[ 210] νυμφίον ἄνδρα: ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε κοσμήσαις τέλος ἔμμεν ἄκρον, εἶπε δ᾽ ἐν μέσσοις ἀπάγεσθαι, ὃς ἂν πρῶτος θορὼν120 ἀμφί οἱ ψαύσειε πέπλοις. ἔνθ᾽ Ἀλεξίδαμος, ἐπεὶ φύγε λαιψηρὸν δρόμον, παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼνἆγεν ἱππευτᾶν Νομάδων δι᾽ ὅμιλον. πολλὰ μὲν κεῖνοι δίκονφύλλ᾽ ἔπι καὶ στεφάνους: 125[ 220] πολλὰ δὲ πρόσθεν πτερὰ δέξατο νικᾶν.