Epistula ad Philippenses
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/polycarp" aria-label="More works by Polycarp">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
Συνεχάρην ὑμῖν μεγάλως ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, δεξα- μένοις
1.1.2
τὰ μιμήματα τῆς ἀληθοῦς ἀγάπης καὶ προπέμψασιν, ὡς ἐπέβα- λεν ὑμῖν, τοὺς
1.1.3
ἐνειλημένους τοῖς ἁγιοπρεπέσιν δεσμοῖς, ἅτινά ἐστιν διαδήματα τῶν ἀληθῶς ὑπὸ
1.1.4
θεοῦ καὶ τοῦ κυρίου ἡμῶν ἐκλελεγμένων· 1. 2 καὶ ὅτι ἡ βεβαία τῆς πίστεως ὑμῶν
1.1.5
ῥίζα, ἐξ ἀρχαίων καταγγελλο- μένη χρόνων, μέχρι νῦν διαμένει καὶ καρποφορεῖ εἰς
1.1.6
τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὃς ὑπέμεινεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἕως
1.1.7
θανάτου καταντῆσαι, ὃν ἤγειρεν ὁ θεός, λύσας τὰς ὠδῖνας τοῦ ᾅδου· 1. 3 εἰς ὃν οὐκ
1.1.8
ἰδόντες πιστεύετε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, εἰς ἣν πολλοὶ ἐπιθυμοῦσιν
1.1.9
εἰσελθεῖν, εἰδότες, ὅτι χάριτί ἐστε σεσωσμένοι, οὐκ ἐξ ἔργων, ἀλλὰ θελήματι θεοῦ
1.1.10
διὰ Ἰησοῦ Χριστοῦ.