Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula ad Philippenses
PolycarpPhil 6 · pg-scrape-grcMore by Polycarp
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/polycarp" aria-label="More works by Polycarp"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1.1
Καὶ οἱ πρεσβύτεροι δὲ εὔσπλαγχνοι, εἰς πάντας ἐλεήμονες, ἐπιστρέφοντες τὰ ἀποπεπλανημένα, ἐπισκεπτόμενοι πάντας ἀσθενεῖς, μὴ ἀμελοῦντες
6.1.2
χήρας ἢ ὀρφανοῦ ἢ πένητος· ἀλλὰ προνοοῦντες ἀεὶ τοῦ καλοῦ ἐνώπιον θεοῦ καὶ
6.1.3
ἀνθρώπων, ἀπεχόμενοι πάσης ὀργῆς, προσ- ωποληψίας, κρίσεως ἀδίκου, μακρὰν
6.1.4
ὄντες πάσης φιλαργυρίας, μὴ ταχέως πιστεύοντες κατά τινος, μὴ ἀπότομοι ἐν κρίσει,
6.1.5
εἰδότες, ὅτι πάντες ὀφειλέται ἐσμὲν ἁμαρτίας. 6. 2 εἰ οὖν δεόμεθα τοῦ κυρίου, ἵνα
6.1.6
ἡμῖν ἀφῇ, ὀφείλομεν καὶ ἡμεῖς ἀφιέναι· ἀπέναντι γὰρ τῶν τοῦ κυρίου καὶ θεοῦ
6.1.7
ἐσμὲν ὀφθαλμῶν, καὶ πάντας δεῖ παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ καὶ ἕκαστον
6.1.8
ὑπὲρ αὐτοῦ λόγον δοῦναι. 6. 3 οὕτως οὖν δουλεύσωμεν αὐτῷ μετὰ φόβου καὶ πάσης
6.1.9
εὐλαβείας, καθὼς αὐτὸς ἐνετείλατο καὶ οἱ εὐαγγελισάμενοι ἡμᾶς ἀπόστολοι καὶ οἱ
6.1.10
προφῆται, οἱ προσκηρύξαντες τὴν ἔλευσιν τοῦ κυρίου ἡμῶν· ζηλωταὶ περὶ τὸ καλόν,
6.1.11
ἀπεχόμενοι τῶν σκανδάλων καὶ τῶν ψευδαδέλφων καὶ τῶν ἐν ὑποκρίσει φερόντων
6.1.12
τὸ ὄνομα τοῦ κυρίου, οἵτινες ἀποπλανῶσι κενοὺς ἀνθρώπους.

Intertext edge

Open linked passage

Note