Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Rusticae
AelianRust 14 · perseus-grc2More by Aelian
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aelian" aria-label="More works by Aelian"> —
⋯
More
Original / primary: Perseus Grc2
14.p14
14.p14
ἔδει μὲν μηδὲν ἀποκρίνασθαι· ἐπεὶ δὲ εἶ περίεργος καὶ βιάζῃ με ἄκοντά σοι προδιαλέγεσθαι, τοῦτο γοῦν κεκέρδαγκα τὸ διʼ ἀγγέλων σοι λαλεῖν, ἀλλὰ μὴ πρὸς αὐτόν σε. ἔστω σοι τοίνυν ἡ ἀπὸ Σκυθῶν λεγομένη ἀπόκρισις αὕτη. ἐγὼ μαίνομαι καὶ φονῶ καὶ μισῶ τὸ τῶν ἀνθρώπων γένος. ἔνθεν τοι βάλλω τοὺς ἐσφοιτῶντας ἐς τὸ χωρίον καὶ βώλοις καὶ λίθοις. μακάριον δὲ ἥγημαι τὸν Περσέα κατὰ δύο τρόπους ἐκεῖνον, ὅτι τε πτηνὸς ἦν καὶ οὐδενὶ συνήντα, ὑπεράνω τε ἦν τοῦ προσαγορεύειν τινὰ καὶ ἀσπάζεσθαι. ζηλῶ δὲ αὐτὸν καὶ τοῦ κτήματος ἐκείνου εὖ μάλα, ᾧ τοὺς συναντῶντας ἐποίει λίθους· οὗπερ οὖν εἴ μοί τις εὐμοιρία κατατυχεῖν ἐγένετο, οὐδὲν ἂν ἀφθονώτερον λιθίνων ἀνδριάντων, καὶ σὲ δʼ ἂν εἰργασάμην τοῦτο πρῶτον. τί γὰρ παθὼν ῥυθμίζεις με καὶ πρᾶον ἀποφῆναι γλίχῃ οὕτως ἐχθρὰ πᾶσι νοοῦντα; ἔνθεν τοι καὶ τοῦ χωρίου τὸ παρὰ τὴν ὁδὸν ἀργὸν εἴασα καὶ τοῦτό μοι τῆς γῆς χῆρόν ἐστι καρπῶν. σὺ δὲ ἕνα σεαυτὸν τῶν ἀναγκαίων ἀποφαίνεις, καὶ σπεύδεις με φίλον ἔχειν μηδὲ ἐμαυτοῦ φίλον ὄντα. τί γὰρ καὶ μαθὼν εἰμὶ ἄνθωπος;

Intertext edge

Open linked passage

Note