Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Rusticae
AelianRust 15 · perseus-grc2More by Aelian
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aelian" aria-label="More works by Aelian"> —
⋯
More
Original / primary: Perseus Grc2
15.p15
15.p15
σὺ μὲν τῶν ἀποφράδων διαφέρεις οὐδὲν οὕτως ἄγριος ὢν καὶ μονήρης τὸν τρόπον, δεῖ δέ σε ὅμως καὶ μὴ βουλόμενον ἥμερον ἡμῖν γενέσθαι αἰδοῖ καὶ ταῦτα γειτνιάσεως καὶ θεῶν ὁρίων τιμῇ, οἵπερ οὖν εἰσι κοινοί. θύω τοίνυν τῷ Πανὶ καὶ Φυλασίων τοὺς μάλιστα ἐπιτηδείους ἐς τὴν ἱερουργίαν παρακαλῶ. ἐν δὴ τούτοις καὶ σὲ ἀφικέσθαι βουλοίμην ἄν· σὺ δὲ καὶ ἐμπιὼν καὶ κοινωνήσας σπονδῶν ἔσῃ τι καὶ πραότερος. ὁ γάρ τοι Διόνυσος φιλεῖ τὰς μὲν ὀργὰς μαραίνειν τε καὶ κατακοιμίζειν, τὰς δὲ εὐφροσύνας ἐγείρειν· ἔσται δέ σοι ὁ αὐτὸς οὗτος θεὸς καὶ Παιών, καὶ ἀπολύσει σε τῆς ἀκράτου χολῆς, οἴνῳ σβέσας τὸ τοῦ θυμοῦ ὑπέκκαυμα. καὶ αὐλητρίδος δὲ ἀκούσας ἴσως, ὦ Κνήμων, καὶ ἐς ᾠδὴν ἐμπεσὼν καὶ ἐς μέλος ὑπολισθὼν ἕξεις τι καὶ γαληνὸν ἐν τῇ ψυχῇ· οὐ χεῖρον δʼ ἂν εἴη οἰνωμένον σε καὶ μασχάλην ἆραι. εἰ δέ που καὶ μεθύων κόρῃ περιπέσοις ἅβραν ἀνακαλούσῃ ἢ τὴν τίτθην ὑπολειφθεῖσαν εὑρεῖν πειρωμένῃ, τάχα πού τι καὶ θερμὸν δράσεις καὶ νεανικὸν ἔργον. οὐδὲν ἂν ἀπεοικὸς εἴη καὶ τοιοῦτό τι πραχθῆναι ἐν τῇ τοῦ Πανὸς θυσίᾳ· καὶ γάρ τοι κἀκεῖνος ἐρωτικὸς εὖ μάλα καὶ οἷος ἐπανίστασθαι παρθένοις. λῦσον δὲ καὶ τὴν ὀφρύν, καὶ τὸ σκυθρωπὸν τοῦτο καὶ σύννεφες χάλασον εὐθυμίᾳ. φίλου ταῦτα παραίνεσις νοοῦντός σοι ἀγαθά.

Intertext edge

Open linked passage

Note