Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Rusticae
AelianRust 16 · perseus-grc2More by Aelian
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aelian" aria-label="More works by Aelian"> —
⋯
More
Original / primary: Perseus Grc2
16.p16
16.p16
ἵνα σοι καὶ λοιδορήσωμαι ταῦτʼ ἀντεπιστέλλω καὶ ἀφῶ τι τῆς ὀργῆς ἐς σέ· μάλιστα γὰρ ἐδεόμην παρόντος, ἵνα σου καὶ αὐτόχειρ γένωμαι. τί γάρ με διαφθεῖραι γλίχῃ, τί δὲ σπεύδεις ἀπολέσαι με ἐς ἑστίασιν καὶ θοίνην παρακαλῶν; πρῶτον μὲν γὰρ τὸ πολλοὺς ὁρᾶν καὶ συνεῖναι πολλοῖς δεινῶς πέφρικα· φεύγω δὲ κοινὴν θυσίαν ὡς οἱ δειλοὶ τοὺς πολεμίους· ὑφορῶμαι δὲ καὶ τὸν οἶνον ὡς ἐπιβουλεῦσαι καὶ ἐπιθέσθαι γνώμῃ δεινῶς καρτερόν, τοὺς δὲ θεοὺς τούς τε ἄλλους καὶ τὸν Πᾶνα ἀσπάζομαί τε καὶ προσαγορεύω παριὼν μόνον, θύω δὲ οὐδέν, οὐδὲ γὰρ αὐτοὺς ἐνοχλεῖν ἐθέλω. σὺ δέ μοι καὶ αὐλητρίδας προσείεις καὶ ᾠδάς, ὦ καταγέλαστε. ἐπὶ μὲν δὴ τούτοις καινῶς οὐχ ἁψαίμην σου· καλὰ δέ σου κἀκεῖνα, ὀρχήσασθαι καὶ ὁμιλῆσαι κόρῃ θερμότατα. σὺ μέν μοι δοκεῖς κἂν ἐς πῦρ ἅλασθαι κἂν ἐς μαχαίρας κυβιστῆσαι, ἐμοὶ δὲ μήτε θύων εἴης φίλος μήτε ἄλλως.

Intertext edge

Open linked passage

Note