Epistulae Rusticae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aelian" aria-label="More works by Aelian">
—
⋯
Original / primary: Perseus Grc2
18.p18
18.p18
γεωργίαν καὶ γεωργεῖν ἀπολιπὼν ὁ γείτων Λάχης ἐπέβη νεὼς καὶ πλεῖ τὸν Αἰγαῖόν φασι, καὶ ἄλλα πελάγη μετρεῖ καὶ ἐπικυματίζει καὶ λάρου βίον ζῇ καὶ ἀνέμοις μάχεται διαφόροις· ἄκρα τε αὐτὸν ἐξ ἄκρας διαλαμβάνει, καὶ περιβλέπων ἁδρὸν κέρδος καὶ περινοῶν πλοῦτον ἀθρόον μακρὰ εἶπε χαίρειν αἰγιδίοις ἐκείνοις καὶ νομευτικῷ τῷ προτέρῳ βίῳ· γλισχρῶς τε καὶ κατʼ ὀλίγον ἐκ τῶν ἀγρῶν ἀποζῆν δυνάμενος οὐδὲ ἀρκούμενος τοῖς παροῦσιν Αἰγυπτίους καὶ Σύρους φαντάζεται καὶ περιβλέπει τὸ δεῖγμα, καὶ πολύς ἐστι νὴ Δία τόκους ἐπὶ τόκοις λογιζόμενος καὶ χρήματα ἐπὶ χρήμασιν ἀριθμῶν, καὶ διαφλέγει τὴν διάνοιαν αὐτοῦ καὶ ἐκκάει κέρδος ἀμφοτερόπλουν. χειμῶνας δὲ οὐκ ἐννοεῖ οὐδὲ ἐναντία πνεύματα οὐδὲ τῆς θαλάττης τὸ ἀστάθμητον οὐδὲ τῶν ὡρῶν τὰς ἀκαιρίας. ἡμεῖς δὲ εἰ καὶ μικρὰ κερδαίνομεν μεγάλα πονοῦντες, ἀλλὰ πολὺ ἡ γῆ τῆς θαλάττης ἑδραιότερον, καὶ αὕτη πιστοτέρα βεβαιοτέρας ἔχει τὰς παρʼ ἑαυτῆς ἐλπίδας.