Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Rusticae
AelianRust 19 · perseus-grc2More by Aelian
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aelian" aria-label="More works by Aelian"> —
⋯
More
Original / primary: Perseus Grc2
19.p19
19.p19
ἐγὼ μὲν ἔθυον γάμους ὁ χρυσοῦς μάτην καὶ περιῄειν ἐστεφανωμένος οὐδὲν δέον, καὶ τούς τε ἔνδον καὶ τοὺς ἔξω θεοὺς ἐκολάκευον· ὁ δὲ παῖς κατήγαγε μὲν τὸ ζεῦγος ἐκ τῶν ἀγρῶν ὡς τὴν νύμφην ἐξ ἄστεος ἐς τὸ πατρῷον χωρίον ἐπανάξων· αὐλητρίδα δὲ λυσάμενος, ἧς ἔτυχεν ἐρῶν, νύμφης στολὴν αὐτῇ περιβαλὼν ἐπανήγαγέ μοι φάτταν ἀντὶ περιστερᾶς, φασίν, ἑταίραν ἀντὶ νύμφης. καὶ τὰ μὲν πρῶτα αἰδουμένη κορικῶς εὖ μάλα καὶ κατὰ τὸν τῶν γαμουμένων νόμον ὑπέκρυπτε τὴν τέχνην· μόλις δὲ ἀπερράγη ἡ σοφία τε αὐτῶν καὶ αἱ κατʼ ἐμοῦ μηχαναί. οὐ μὴν ἐς τὸ παντελές μου καταφρονήσουσιν ὥσπερ οὖν πλινθίνου, ἐπεί τοι τὸν μὲν καλὸν νυμφιον ἐς κόρακας ἀποκηρύξω, ἐὰν μὴ τῆς ὑπερβαλλούσης τρυφῆς παυσάμενος σὺν ἐμοὶ ταφρεύῃ καὶ βωλοκοπῇ· τὴν δὲ νύμφην ἀποδώσομαι κἀκείνην ἐπʼ ἐξαγωγῇ, ἐὰν μή τι καὶ αὐτὴ τῶν ἔργων τῇ Φρυγίᾳ τε καὶ τῇ Θρᾴττῃ συνεπιλαμβάνῃ.

Intertext edge

Open linked passage

Note