Epistulae Rusticae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aelian" aria-label="More works by Aelian">
—
⋯
Original / primary: Perseus Grc2
1.p1
1.p1
Διαψύχοντί μοι πρὸς τὴν εἵλην τοὺς βότρυς ἡ μανία προσελθοῦσα ἐθρύπτετο καὶ ὡραϊζομένη πολλοῖς ἔβαλλε τοῖς σκώμμασιν. ἐγὼ δὲ παλαιὸν δή τι ἐπιτεθυμμένος αὐτῆς διενοούμην τι δρᾶσαι θερμόν. ὡς οὖν ἄσμενος ἐλαβόμην, πλησιάσας τὰς μὲν ῥᾶγας εἴασα, ἐφερπύσας δὲ καὶ μάλα ἀσμένως τῆς ὥρας ἐτρύγησα. ταῦτά σοι πρὸς τοῦ Πανὸς μυστήρια τὰ μεγάλα ἔστω.