Epistulae Rusticae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aelian" aria-label="More works by Aelian">
—
⋯
Original / primary: Perseus Grc2
20.p20
20.p20
φύεται μὲν ἐν τοῖς ἀγροῖς καλὰ πάντα, κεκόσμηταί τε ἡ γῆ τούτοις καὶ τρέφει πάντας· καὶ τὰ μέν ἐστι τῶν καρπῶν διετήσια, τὰ δὲ καὶ πρὸς ὀλίγον ἀντέχοντά ἐστι τρωκτὰ ὡραῖα· πάντων δὲ τούτων θεοὶ μὲν ποιηταί, ἡ γῆ δὲ μήτηρ ἅμα καὶ τροφὸς αὕτη. φύεται δὲ καὶ δικαιοσύνη καὶ σωφροσύνη, καὶ ταῦτα ἐν τοῖς ἀγροῖς δένδρων τὰ κάλλιστα καρπῶν τὰ χρησιμώτατα. μὴ τοίνυν γεωργῶν καταφρόνει· ἔστι γάρ τις καὶ ἐνταῦθα σοφία· γλώττῃ μὲν οὐ πεποικιλμένη οὐδὲ καλλωπιζομένη λόγων δυνάμει, σιγῶσα δὲ εὖ μάλα καὶ διʼ αὐτοῦ τοῦ βίου τὴν ἀρετὴν ὁμολογοῦσα. εἰ δὲ σοφώτερα ταῦτα ἐπέσταλταί σοι ἢ κατὰ τὴν τῶν ἀγρῶν χορηγίαν, μὴ θαυμάσῃς· οὐ γάρ ἐσμεν οὔτε Λίβυες οὔτε Λυδοὶ ἀλλʼ Ἀθηναῖοι γεωργοί. ¯