Epistulae Rusticae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aelian" aria-label="More works by Aelian">
—
⋯
Original / primary: Perseus Grc2
8.p8
8.p8
σὺ μὲν εἴτε σπουδάζεις ἐς τὸ ὄνομα τὸ ἐμὸν εἴτε παίζεις οἶσθα δήπου αὐτός, ἐγὼ δὲ οἷς πέμπεις οὐκ ἀξιῶ πρός με ὡραΐζεσθαι. καλὰ γάρ σου τὰ δῶρα ἀκρόδρυα δυοῖν ὀβολοῖν καὶ ὑβριστὴς οἶνος διὰ νεότητα· πίοι δʼ ἂν ἡ Φρυγία αὐτόν· ἐγὼ δὲ Λέσβιον πίνω καὶ Θάσιον καὶ ἀργυρίου δέομαι· ὀπώραν δὲ ὀπώρᾳ ἀποστέλλειν αὐτόχρημα πῦρ ἐπὶ πῦρ φέρειν ἐστί. κἀκεῖνο δέ σε οὐ χεῖρον εἰδέναι ταύτῃ ᾗπερ οὖν καὶ αὐτὴ νοῶ. τοῦ γὰρ χρηματίζεσθαι παρὰ τῶν βουλομένων μοι προσιέναι καὶ τὸ ὄνομα αἴτιον· παιδεύει γάρ με ὅτι καὶ τὸ κάλλος τῶν σωμάτων ὀπώρᾳ ἔοικεν. ἕως οὖν ἀκμάζει, καὶ τὴν ὑπὲρ αὐτοῦ χάριν προσῆκόν ἐστιν ἀνταπολαμβάνειν· ἐὰν δὲ ἀπορρεύσῃ, τί ἂν ἄλλο εἴη τὸ ἡμέτερον ἢ δένδρον καρπῶν ἅμα καὶ φύλλων γυμνόν; καίτοιγε ἐκείνοις μὲν ἡ φύσις δίδωσιν ἀναθῆλαι· ἑταίρας δὲ ὀπώρα μία. δεῖ τοίνυν ἐντεῦθεν ταμιεύεσθαι πρὸς τὸ γῆρας.