Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Rusticae
AelianRust 9 · perseus-grc2More by Aelian
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aelian" aria-label="More works by Aelian"> —
⋯
More
Original / primary: Perseus Grc2
9.p9
9.p9
ὀψὲ ἔμαθον ὅτι μοι συνεβούλευες καλῶς, παιδεύων με ἀποδιδράσκειν τὰς ἑταίρας· λαβεῖν γὰρ κεχήνασι καὶ προσποιοῦνται φιλεῖν καὶ ἀποκλείουσι συνεχῶς καὶ τὸ πάντων μοι βαρύτατον πρὶν ὑπερπλησθῆναι καὶ γενέσθαι διακορεῖς οὐ βούλονται συγκαθεύδειν, ἀλλὰ ἀκκίζονται καὶ θρύπτονται, εἶτα μιστυλῶνται πάλιν, καὶ λάθρᾳ μὲν ἀλοῶσι πάντα καὶ καταπίνουσιν ὑπὲρ τοὺς ἐργαστῆρας τοὺς ἐν ἀγρῷ, παρόντων δὲ ἡμῶν ὡραΐζονται. ἐγὼ δὲ κατὰ χειρὸς ποιῶ πάντα καὶ σπεύδω καταλαβεῖν ἐς δύο τὰ σκέλη  ἄρας καὶ ὑποστρέφειν ἐπὶ τὰς αἶγας πάλιν. ἐμέλλησα δʼ ἂν τὴν κάκιστα ἀπολουμένην Θηβαΐδα αὐλουμένην πρός με ἀράμενος μέσην εἶτα ῥίψας ἐς τὸ κλινίδιον ἔχεσθαι τῆς σπουδῆς. ἀπόλοιτο δὲ ὁ στρατιώτης ὁ διακωλύσας με· Θρασυλέων, οἶμαι, ἦν ὄνομα αὐτῷ ἢ ἄλλο τι τοιοῦτον συμπεπλεγμένον θηρίῳ.

Intertext edge

Open linked passage

Note