Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Varia Historia
AelianHist 11 · perseus-grc2More by Aelian
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aelian" aria-label="More works by Aelian"> —
⋯
More
Original / primary: Perseus Grc2
11.1.p295
11.1.p295
ὅτι Ὀρίκαδμος πάλης ἐγένετο νομοθέτης, καθʼ ἑαυτὸν ἐπινοήσας τὸν Σικελὸν τρόπον καλούμενον παλαίειν.
11.2.p296
11.2.p296
ὅτι ἦν Ὀροιβαντίου Τροιζηνιου ἔπη πρὸ Ὁμήρου, ὥς φασιν οἱ Τροιζήνιοι λόγοι. καὶ τὸν Φρύγα δὲ Δάρητα, οὗ Φρυγίαν Ἰλιάδα ἔτι καὶ νῦν ἀποσωζομένην οἶδα, πρὸ Ὁμήρου καὶ τοῦτον γενέσθαι λέγουσι. Μελήσανδρος ὁ Μιλήσιος Λαπιθῶν καὶ Κενταύρων μάχην ἔγραψεν. 
11.3.p297
11.3.p297
ὅτι Ἴκκος ὁ Ταραντῖνος πάλης ὑπήρξατο, σωφρονέστερον τὸν τῆς ἀθλήσεως χρόνον διαζήσας καὶ κεκολασμένῃ τροφῇ διαβιώσας καὶ ἀφροδίτης ἀμαθὴς διατελέσας.
11.4.p298
11.4.p298
Ἀγαθοκλέα φασὶ τὸν Σικελίας τύραννον γελοιότατα τὴν κεφαλὴν ἀσχημονεῖν. ψιλουμένης γὰρ αὐτῆς, κατὰ μικρὰ ὑπορρεουσῶν αὐτῷ τῶν τριχῶν, ὃ δὲ αἰδούμενος προκάλυμμα κόμης ἐποιήσατο μυρρίνης στέφανον· καὶ ἦν πρόβλημα τῆς ψιλώσεως. ᾔδεσαν μέντοι τὸ φαλάκρωμα Συρακόσιοι, καὶ τὴν ἐς αὐτὸν τῶν τριχῶν ἐπιβουλὴν οὐκ ἠγνόουν, ἐσιώπων δὲ διὰ τὸ τῶν τολμημάτων αὐτοῦ καὶ ἀσεβημάτων ἐμμανές.
11.5.p299
11.5.p299
ἔθυόν τινες ἐν Δελφοῖς. τούτοις ἐπιβουλεύοντες Δελφοὶ ἐς τὰ κανᾶ, ἔνθα ἦν αὐτοῖς ὅ τε λιβανωτὸς καὶ τὰ πόπανα, ἐνέβαλον τῶν ἱερῶν χρημάτων λάθρᾳ. λαβόντες οὖν αὐτοὺς ὡς θεοσύλας ἀπήγαγον ἐπὶ τὴν πέτραν, καὶ κατεκρήμνισαν κατὰ τὸν Δελφικὸν νόμον.
11.6.p300
11.6.p300
συνέβη τινὰ μοιχὸν ἁλῶναι ἐν Θεσπιαῖς· εἶτα ἤγετο διὰ τῆς ἀγορᾶς δεδεμένος. ἀφείλοντο οὖν αὐτὸν οἱ ἑταῖροι. ἐξήφθη οὖν στάσις, καὶ συνέπεσε γενέσθαι φόνους πολλούς.
11.7.p301
11.7.p301
ἔλεγεν Ἐτεοκλῆς ὁ Λάκων δύο Λυσάνδρους τὴν Σπάρτην μὴ ἂν ὑπομεῖναι. καὶ Ἀρχέστρατος ὁ Ἀθηναῖος ἔλεγε δύο Ἀλκιβιάδας τὴν τῶν Ἀθηναίων. οὕτως ἄρα αὐτῶν ἑκάτεροι ἦσαν ἀφόρητοι.
11.8.p302
11.8.p302
Ἵππαρχος ἀνῃρέθη ὑπὸ Ἁρμοδίου καὶ Ἀριστογείτονος, ὅτι ἐν τοῖς Παναθηναίοις κομίσαι κανοῦν τῇ θεῷ κατὰ τὸν νόμον τὸν ἐπιχώριον οὐκ εἴασε τὴν ἀδελφὴν τὴν Ἁρμοδίου, καὶ ἴσως ἀξίαν οὖσαν.
11.9.p303
11.9.p303
οἱ τῶν Ἑλλήνων ἄριστοι πενίᾳ διέζων παρὰ πάντα τὸν βίον. ἐπαινείτωσαν οὖν πλοῦτόν τινες ἔτι μετὰ τοὺς τῶν Ἑλλήνων ἀρίστους, οἷς ἡ πενία παρὰ πάντα τὸν βίον συνεκληρώθη. εἰσὶ δὲ οὗτοι, οἷον Ἀριστείδης ὁ Λυσιμάχου, ἀνὴρ πολλὰ μὲν ἐν πολέμῳ κατορθώσας, καὶ τοὺς φόρους δὲ τοῖς Ἕλλησι τάξας. ἀλλʼ οὗτός γε ὁ τοιοῦτος οὐδὲ ἐντάφια ἑαυτῷ κατέλιπεν ἱκανά. καὶ Φωκίων δὲ πένης ᾖν. Ἀλεξάνδρου δὲ πέμψαντος αὐτῷ τάλαντα ἑκατὸν ἠρώτα ʽδιὰ τίνα αἰτίαν μοι δίδωσιν;ʼ ὡς δʼ εἶπον ὅτι μόνον αὐτὸν Ἀθηναίων ἡγεῖται καλὸν καὶ ἀγαθόν, ʽοὐκοῦνʼ ἔφη ʽἐασάτω με τοιοῦτον εἶναι.ʼ Καὶ Ἐπαμεινώνδας δὲ ὁ Πολύμνιδος πένης ἦν. Ἰάσονος δὲ αὐτῷ πέμψαντος πεντήκοντα χρυσοῦς, ὃ δὲ ʽἀδίκωνʼ ἔφη ʽἄρχεις χειρῶν.ʼ δανεισάμενος δὲ παρά τινος τῶν πολιτῶν πεντήκοντα δραχμὰς ἐφόδιον ἐς Πελοπόννησον ἐνέβαλε. πυθόμενος δὲ τὸν ὑπασπιστὴν αὐτοῦ χρήματα εἰληφέναι παρά τινος τῶν αἰχμαλώτων ʽἐμοὶ μὲνʼ εἶπεν ʽἀπόδος τὴν ἀσπίδα, σεαυτῷ δὲ πρίω καπηλεῖον, ἐν ᾧ καταζήσεις· οὐ γὰρ ἔτι κινδυνεύειν ἐθελήσεις, πλούσιος γενόμενος.ʼ Πελοπίδας δὲ ἐπιτιμώντων αὐτῷ τῶν φίλων ὅτι χρημάτων ἀμελεῖ πράγματος ἐς τὸν βίον λυσιτελοῦς, ʽνὴ τὸν Δίἀ εἶπε ʽλυσιτελές, ἀλλὰ Νικομήδει τούτῳ,ʼ δείξας χωλόν τινα καὶ ἀνάπηρον. ὅτι Σκηπίων τέτταρα καὶ πεντήκονται ἔτη βιώσας οὐδὲν οὔτε ἐπρίατο οὔτε ἀπέδοτο· οὕτως ἄρα ὀλίγων ἐδεῖτο. ἀσπίδα δὲ αὐτῷ τινος ἐπιδείξαντος εὖ κεκοσμημένην εἶπεν ʽἀλλὰ τόν γε Ῥωμαῖον ἄνδρα προσήκει ἐν τῇ δεξιᾷ τὰς ἐλπίδας ἔχειν, ἀλλʼ οὐκ ἐν τῇ ἀριστερᾷ.ʼ Ὅτι Ἐφιάλτης ὁ Σοφωνίδου πενέστατος ἦν. δέκα δὲ τάλαντα διδόντων αὐτῷ τῶν ἑταίρων, ὃ δὲ οὐ προσήκατο εἰπὼν ʽταῦτά με ἀναγκάσει αἰδούμενον ὑμᾶς καταχαρίσασθαί τι τῶν δικαίων, μὴ αἰδούμενον δὲ μηδὲ χαριζόμενον ὑμῖν ἀχάριστον δόξαι.ʼ
11.10.p304
11.10.p304
Ζωίλος ὁ Ἀμφιπολίτης ὁ καὶ ἐς Ὅμηρον γράψας καὶ ἐς Πλάτωνα καὶ ἐς ἄλλους, Πολυκράτους μὲν ἀκουστὴς ἐγένετο· οὗτος δὲ ὁ Πολυκράτης καὶ τὴν κατηγορίαν ἔγραψε τὴν κατὰ Σωκράτους. ἐκαλεῖτο δʼ ὁ Ζωίλος οὗτος Κύων ῥητορικός. ἦν δὲ τοιοῦτος. τὸ μὲν γένειον αὐτῷ καθεῖτο, κέκαρτο δὲ ἐν χρῷ τὴν κεφαλήν, καὶ θοιμάτιον ὑπὲρ τὸ γόνυ ἦν. ἤρα δὲ ἀγορεύειν κακῶς, καὶ ἀπεχθάνεσθαι πολλοῖς σχολὴν εἶχε, καὶ ψογερὸς ἦν ὁ κακοδαίμων. ἤρετο οὖν αὐτόν τις τῶν πεπαιδευμένων διὰ τί κακῶς λέγει πάντας· ὃ δὲ ʽποιῆσαι γὰρ κακῶς βουλόμενος οὐ δύναμαι.ʼ
11.11.p305
11.11.p305
ὅτι Διονύσιος ὁ Σικελὸς περὶ τὴν ἰατρικὴν ἐσπούδασε καὶ αὐτός, καὶ ἰᾶτο καὶ ἔτεμνε καὶ ἔκαε καὶ τα λοιπά.
11.12.p306
11.12.p306
πλακοῦντα ὁ Ἀλκιβιάδης μέγαν καὶ ἐσκευασμένον κάλλιστα διέπεμψε Σωκράτει. ὡς οὖν ὑπὸ ἐρωμένου ἐραστῇ πεμφθὲν δῶρον ἐκκαυστικὸν τὸν πλακοῦντα διαγανακτήσασα κατὰ τὸν αὑτῆς τρόπον ἡ Ξανθίππη ῥίψασα ἐκ τοῦ κανοῦ κατεπάτησε. γελάσας δὲ ὁ Σωκράτης ʽοὐκοῦνʼ ἔφη ʽοὐδὲ σὺ μεθέξεις αὐτοῦ.ʼ εἰ δέ τις οἴεται περὶ μικρῶν με λέγειν λέγοντα ταῦτα, οὐκ οἶδεν ὅτι καὶ ἐκ τούτων ὁ σπουδαῖος δοκιμάζεται ὑπερφρονῶν αὐτῶν, ἅπερ οὖν οἱ πολλοὶ λέγουσιν εἶναι κόσμον τραπέζης καὶ δαιτὸς ἀναθήματα.
11.13.p307
11.13.p307
ἄνδρα φασὶ Σικελιώτην οἷον βλέπειν ὀξὺ γενέσθαι ἐν Σικελίᾳ, ὥστε αὐτὸν ἐκ τοῦ Λιλυβαίου ἐς Καρχηδόνα τείναντα τὸν ὀφθαλμὸν μηδὲν τὰς ὄψεις σφάλλεσθαι. καὶ ἀποδεῖξαι λέγουσι τὸν ἀριθμὸν τῶν νεῶν τῶν ἀναγομένων ἐκ Καρχηδόνος· καὶ οὐκ ἐψεύσατο οὐδεμίαν.

Intertext edge

Open linked passage

Note